Ancient Greek
P.Oxy. 17 2116
Documentary Papyri, P.Oxy. 17 2116
Not analysed yet
Αὐρήλιος Δομίτιος ἐπιτηρητὴς ἡγεμονικῶν …πλοίων καὶ ἄλλων Αὐρηλίοις Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῶι καὶ Διογένει Σαραπίωνος καὶ Πτολεμαίῳ Πτολεμαίου τοῖς τρισὶ ἄρξασι τῆς Ὀξυρυγχειτῶν πόλεως ἐπιτηρηταῖς στυπτηρίας τοῖς φιλτάτοις χαίρειν. οὓς ἐπέμψατε πενθημέρους λόγους τῆς στυπτηρίας ἀπὸ α ἕως ε τοῦ Θὼθ μηνὸς τοῦ ἐνεστῶτος ἔτους ϛ, ὥστε εἰς διοίκησιν β, εἰς τὸ Ῥωμαϊκὸν ταβουλάριον α, ἐπιτρόπῳ Ἑρμοῦ α, εἰς τὸ λογιστήριον αὐτοῦ α, οἰκονόμοις α, κομισάμενος τῇ εἰκάδι τοῦ ὄντος μηνὸς ἀπέδωκα. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι. διὰ Αὐρηλίου Ἀχιλλέως τοῦ καὶ Νεμεσίωνος γραμματέως. ἔτους θ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …