Ancient Greek
P.Oxy. 17 2117
Documentary Papyri, P.Oxy. 17 2117
Not analysed yet
…Ὀξυρυγχειτῶν πόλεως προχειρισθέντι ὑπὸ Κλαυδίου …τοῦ κρατίστου ἐπιστρατήγου ἐξαρίθμησιν θρεμμάτων τοῦ αὐτοῦ νομοῦ …ποιήσασθαι τῷ …φιλτάτῳ χαίρειν. κατεχώρισας ἡμῖν τῆς γεναμένης ὑπὸ σοῦ ἐξαριθμήσεως θρεμμάτων τοῦ ἐνεστῶτος ια ἔτους τοῦδε τοῦ νομοῦ βιβλίον ἐν βιβλιοθήκῃ δημοσίων λόγων Ἑρμοπολίτου διὰ Ἀχιλλέως βοηθοῦ. ἐρρῶσθαί σε εὐχόμεθα, φίλτατε. ἔτους ια Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν Μεχεὶρ …