Ancient Greek
P.Oxy. 17 2119
Documentary Papyri, P.Oxy. 17 2119
Not analysed yet
Αὐρηλίῳ Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ στρατηγῷ Ἑρμοπολίτου παρὰ σιτολόγων δημοσίου θησαύρου Ἄρεως μερίδος Ποαμπιμήνεως τόπου Πατρὴ ἄνω. ἐμετρήθησαν ἡμῖν εἰς τὸν προκείμενον θησαυρὸν ἀπὸ γενημάτων τοῦ ἐνεστῶτος β ἔτους Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου πυροῦ δοχικῷ ἀρτάβας τέσσαρας, γίνονται πυροῦ ἀρτάβαι δ, αἱ ἀναφερόμεναι διὰ μηνιαίου τοῦ Ἐπεὶφ καὶ διαστελλόμεναι ὑπὲρ πρακτορίας …α… ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Ἐπεὶφ ιβ. …