Ancient Greek
P.Oxy. 17 2118
Documentary Papyri, P.Oxy. 17 2118
Not analysed yet
παρὰ Σπαρτάκου Παυσανίου μητρὸς Διδύμης ἀπʼ Ὀξυρύγχων πόλεως. ἐπέστειλάς μοι τὴν ἐξαρίθμησιν τῶν ἐν τῇ μέσῃ τοπαρχίᾳ θρεμμάτων νομοῦ ποιήσασθαι σὺν τῷ βασιλικῷ γραμματεῖ καὶ τῷ ἐξ ἄλλου νομοῦ προχειρισθέντι ὑπὸ τοῦ κρατίστου ἐπιστρατήγου Στατιλίου Μαξίμου. γενόμενος οὖν Μεχεὶρ …ἐπὶ τῶν τόπων σὺν βοηθοῖς ἡμῶν οὔτε εὗρον τινὰ …οὔτε παρηνέχθη πρὸς ἐξαρίθμησιν θρέμματα.