Ancient Greek
P.Oxy. 17 2124
Documentary Papyri, P.Oxy. 17 2124
Not analysed yet
Αὐρηλίῳ Ἡρᾷ τῷ καὶ Διονυσίῳ πραιποσίτῳ η πάγου νομοῦ Ὀξυρυγχείτου παρὰ Αὐρηλίων Ἡρακλείου Πεκωοῦτος καὶ Ἰακὼβ Ὡρίωνος καὶ Θώνις Ἁτρῆτος τῶν γ γενομένων ἀπαιτητῶν σίτου κώμης Δωσιθέου τοῦ διελθόντος ἔτους ἐννάτου καὶ ζ ἔτους. δίδομεν καὶ εἰσαγγέλλομεν τῷ ἰδίῳ ἡμῶν κινδύνῳ εἰς ἀπαίτησιν σίτου τῆς αὐτῆς κώμης γενήματος ι καὶ η ἔτους ἰδιωτικοῦ κανόνος τοὺς ἑξῆς ἐνγεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους πρὸς τὴν χρείαν. εἰσὶ δὲ Αὐρήλιοι Θε…ς Διογᾶτος, …Διονυσίου, Αὐρήλιος Ἡράκλειος Πεκωοῦτος προγεγραμμένος, ἀπὸ τῆς αὐτῆς κώμης. ὑπατείας Καικινίου Σαβείνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων. Αὐρήλιοι Ἡράκλεις καὶ Θῶνεις καὶ Ἰακὼβ ἐπιδεδώκαμεν. Αὐρήλιος Θεόδωρος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.