Ancient Greek
P.Oxy. 17 2125
Documentary Papyri, P.Oxy. 17 2125
Not analysed yet
Αὐρήλιος Ἀμμώνιος Ἀμμωνίου ναύκληρος χειρισμοῦ Νέας πόλεως πλοίων γ ἀγωγῆς ἀρταβῶν μυριάδος α Ε Αὐρηλίῳ Σαραπίωνι σιτολόγῳ ἄνω τοπαρχίας Σκὼ τόπων χαίρειν. παρέλαβον καὶ παραμεμέτρημαι παρὰ σοῦ τὰς ἐπισταλείσας μοι ὑπὸ τοῦ τε στρατηγοῦ Αὐρηλίου Ἁρποκρατίωνος καὶ Αὐρηλίου Νεμεσίωνος τοῦ καὶ Διονυσίου βασιλικοῦ γραμματέως, ἐπακολουθούντων τῶν ἐπὶ τῆς ἐμβολῆς τεταγμένων καὶ ὧν ἄλλων δέον ἐστίν, ἀπὸ δημοσίων θησαυρῶν τῆς προκειμένης σιτολογίας εἰς ὅρμον Σατύρου τοῦ μεγάλου ποταμοῦ πυροῦ γενήματος τοῦ διελθόντος γ ἔτους καθαροῦ ἀδόλου ἀβώλου ἀκρίθου ἀδιπατήτου κεκοσκινευμένου μέτρῳ δημοσίῳ ἡμιαρταβίῳ μετρήσει τῇ κελευσθείσῃ σὺν ἑκατοστῇ α καὶ ἡμιαρταβίῳ ἀρτάβας ἑβδομήκοντα ἑπτά, γίνονται ἀρτάβαι οζ, ἃς καὶ κατάξω εἰς τὴν Ἀλεξάνδρειαν καὶ παραδώσω εἰς τὸν ἐν τῇ Νέᾳ πόλει χειρισμὸν πλήρη ἀκακούργητον τὸν γόμον. κυρία ἡ ἀποχὴ τρισσὴ γραφεῖσα, σοὶ μὲν τῷ σιτολόγῳ ἁπλῆ τῷ δὲ στρατηγῷ δισσή, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους δ Αὐτοκραότορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Φαρμοῦθι ια. Αὐρήλιος Ἀμμώνιος Ἀμμωνίου ναύκληρος χειρισμοῦ Νέας πόλεως μεμέτρημαι καὶ ἐμβέβλημαι τὰς τοῦ πυροῦ σὺν ἡμιαρταβίῳ καὶ ἑκατοστῇ μιᾷ ἀρτάβας ἑβδομήκοντα ἑπτὰ …