Ancient Greek
2134r.r.1 to 2134r.r.25
Documentary Papyri, P.Oxy. 17 2134r.r.1-25
Not analysed yet
…βασιλικῷ γραμματεῖ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Σπαρτᾶ Παυσανίου τοῦ Σαραπίωνος μητρὸς Διδύμης ἀπʼ Ὀξυρύγχων πόλεως. οὗ ἐκόμισα ἐκ καταλογείου χρηματισμοῦ ἐστιν ἀντίγραφον· Εἰρηναῖος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς Ὀξυρυγχείτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους ι Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …ος Κορνηλιανὸς σεσημείωμαι δραχμὰς ε. Εἰρηναίῳ Εἰρηναίου νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος ἱερεῖ καὶ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ ἄλλων κριτηρίων παρὰ Σπαρτᾶ Παυσανίου τοῦ Σαραπίωνος μητρὸς Διδύμης ἀπʼ Ὀξυρύγχων πόλεως. προειμένου μοι δισσοῦ χειρογράφου σὺν τοῖς μετὰ τὸν χρόνον γράμμασιν ἀντίγραφον ὑπόκειται. Ἑλένη ἀφήλικος τοῦ Ψοσναῦτος μητρὸς Εὐδαιμονίδος μετὰ κυρίου ἐνγύου εἰς ἔκτεισιν πάντων τῶν κατὰ τήνδε τὴν ὑποθήκην τοῦ ἑαυτῆς υἱοῦ Διοδώρου τοῦ καὶ Λογγείνου Ἀμόιτος τοῦ Διοδώρου τῶν ἀπὸ Χύσεως Σπαρτᾷ Παυσανίου τοῦ Σαραπίωνος μητρὸς Διδύμης τῶν ἀπʼ Ὀξυρύγχων πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας ὀκτακοσίας κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται τόκου τριωβολείου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ ὄντος μηνὸς Μεχεὶρ ἐπὶ μῆνα Ἁθὺρ ἐπιόντος ιβ ἔτους συναγομένων δραχμῶν ἑκατὸν ὀγδοήκοντα ἐννέα ,τὰς δὲ ἐπὶ τὸ αὐτὸ κεφαλαίου καὶ τόκων ἀργυρίου δραχμὰς χιλίας ἐνακοσίας ὀγδοήκοντα ἐννέα ,ἐπὶ ὑποθήκης κατοικικῆς σιτοφόρου σπορίμου πλήρης ἐξ ὀρθογωνίου ἀρουρῶν τεσσάρων ἀπὸ τῶν ὑπαρχουσῶν μοι περὶ τὴν αὐτὴν Χύσιν ἐν Ἑρμοπολείτῃ γῆς ἐν ἀφέσει ἐκ τοῦ Παυσανίου κλήρου ἀρουρῶν πέντε οὐσῶν ἐν κοιναῖς καὶ ἀδαιρέτοις ὅλαις ἀρούραις εἴκοσι πρὸς Χεσφῖβιν Πετοσείριος καὶ ἄλλους, ὧν ὅλων γείτονες νότου γύης, βορρᾶ κληρονόμων Σατορνείλου καὶ ἄλλων, ἀπηλιώτου ὅριον κλήρων, λιβὸς τῶν αὐτῶν κληρονόμων Σατορνείλου, τὰς δὲ ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς χιλίας ἐνακοσίας ὀγδοήκοντα ἐννέα ἀποδώσω σοι ἢ τοῖς παρὰ σοῦ τριακάδι Φαῶφι τοῦ ἐπιόντος ιβ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου ἄνευ πάσης ὑπερθέσεως, ἐὰν δὲ μὴ ἀποδῶ καθʼ ἃ γέγραπται, κυριεύσεις ἀντὶ τούτων τῶν προκειμένων ἀρουρῶν καὶ ἐξέσται σοι χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῇ τρόπον, καὶ ἐπάναγκον παρέξομαι ταύτας βεβαίας διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καθαρὰς δὲ καὶ ἀπὸ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ οὑτινοσοὖν ἄλλου ἀπὸ τοῦ νῦν, καὶ ὁπόταν βούλῃ ἐξεῖναί σοι τῆς ὑποθήκης κατοχὴν ποιήσασθαι καὶ τῶν αὐτῶν ἀρουρῶν κατοχὴν ποιεῖσθαι διὰ τοῦ τῶν ἐνκτήσεων τοῦ Ἑρμοπολείτου βιβλιοφυλακίου μὴ προσδεηθέντι