Ancient Greek
2134r.r.26 to 2134r.r.48
Documentary Papyri, P.Oxy. 17 2134r.r.26-48
Not analysed yet
παρουσίας μου μηδὲ συνεπιγραφῆς. ἐὰν δέ τι τούτων παρασυνγραφῶ, ἄκυρον ἔστω καὶ προσαποτείσω καθʼ ὃ ἐὰν παρασυνγραφῶ εἶδος τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑξακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, χωρὶς τοῦ μένειν κύρια τὰ προγεγραμμένα, καὶ μηθὲν ἧσσον κυρία ἡ ὑποθήκη καὶ δισσὴ γραφεῖσα ἰσότυπος χωρὶς ἀλείφατος καὶ ἐπιγραφῆς ἰδιόγραφός μου τοῦ Διοδώρου τοῦ καὶ Λογγείνου. ἔτους ι Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Μεχεὶρ κδ. Ἑλένη ἀφήλικος ἔχω παρὰ σοῦ Σπαρτᾶ τὰς δραχμὰς χιλίας ὀκτακοσίας τόκου τριωβολείου συναγομένων δραχμῶν ἑκατὸν ὀγδοήκοντα ἐννέα ἐπὶ ὑποθήκῃ τῶν ἀρουρῶν τεσσάρων καὶ ἀποδώσω τὸ κεφάλαιον σὺν τοῖς συναγομένοις τόκοις τριακάδι Φαῶφι τοῦ ἐπιόντος ιβ ἔτους, εἰ δὲ μή, κυριεύσεις τῶν αὐτῶν ἀρουρῶν καὶ βεβαιώσω ὡς πρόκειται. Διόδωρος ὁ καὶ Λογγεῖνος Ἀμόιτος ἐπιγέγραμμαι τὴς μητρὸς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα καὶ ἐγγυῶμαι εἰς ἔκτεισιν τὰ κατὰ τὴν ὑποθήκην, χρόνος ὁ αὐτός. τοῦτο δὲ βουλόμενος ἐν τῷ πρὸς τὸν γράφοντα λόγῳ ἐν δημοσίῳ γενέσθαι ἀξιῶ ἀναλαβόντας αὐτὸ παρὰ τοῦ διαπεσταλμένου ὑπʼ ἐμοῦ …ου τοῦ Ἀπολλωνίου ὑπογεραμμένον ὑπʼ αὐτοῦ περὶ τοῦ εἶναι αὐτὸ σὺν τοῖς μετὰ τὸν χρόνον γράμμασιν ἰδιόγραφον τοῦ Διοδώρου τοῦ καὶ Λογγείνου, ἔχον καὶ ἐξ ὀνόματός μου ὑπογραφὴν περὶ τῆς παραθέσεως αὐτοῦ, συνκαταχωρίσαι τῷδε τῷ ὑπομνήματι εἰς ἀμφοτέρας τὰς βιβλιοθήκας καὶ ἀντίγραφον μεταδοῦναι τῇ μὲν Ἑλένῃ καὶ τῷ Διοδώρῳ τῷ καὶ Λογγείνῳ διὰ τοῦ τοῦ Ὀξυρυγχείτου ὅπως εἰδῶσι τὴν δημοσίωσιν καὶ μένῃ μοι τὰ ἀπʼ αὐτῆς δίκαια ὡς ἀπὸ δημοσίου χρηματισμοῦ. ὡς καθήκει. ἔτους ι Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Παῦνι κ. σεσημείωμαι Παῦνι κ. τούτου ὄντος ἀξιῶ τὴν μετάδοσιν γενέσθαι τῇ Ἑλένῃ καὶ τῷ Διοδώρῳ τῷ καὶ Λογγείνῳ. ὡς καθήκει. ἔτους ια Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Ἁθὺρ ια. Διόδωρος ὁ καὶ Λογγεῖνος ἔσχον τούτου τὸ ἴσον …Ἑλένη ἀφήλικος ἔσχον τούτου τὸ ἴσον. Ψοσναῦς Ἀλεξᾶτος ἐπιγέγραμμαι αὐτῆς κύριος …ς ὡς ἐκελεύσθη διὰ τοῦ τοῦ νομοῦ στρατηγοῦ Πραιύλου ἀκολούθως τῷ γεγονότι ὑπʼ αὐτοῦ χρηματισμῷ καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα μηνὸς Ἁδριανοῦ ιζ. Ἀπολλώνιος ὑπηρέτης μετέδωκα τοῖς προγεγραμμένοις ἐνώπιον ὡς καθήκει, χρόνος ὁ αὐτός.