Ancient Greek
P.Oxy. 17 2150
Documentary Papyri, P.Oxy. 17 2150
Not analysed yet
Δίδυμος Ἀπολλωνίῳ τῷ ἀδελφῷ πολλὰ χαίρειν. πρὸ μὲν πάντων σε πολλὰ προσαγορεύω καὶ τὰ ἀβάσκαντά σου παιδία. καὶ ἄλλοτε δέ σοι ἔγραψα περὶ τοῦ πορφυρίου οὗ μοι ἔπεμψας διὰ τοῦ υἱοῦ Ἀπολλωνίου, καὶ νῦν σοι γράψω ὅπως μοι ἀντεπιστείλῃς πόσον εἰς ἕκαστον καὶ πῶς θέλεις γένηται, ἵνα ᾗ τάχος σοι γένηται. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος εἰς τὴν οἰκίαν Σαρμάτου πρυτανεύσαντος παρὰ Διδύμου.