Ancient Greek
P.Oxy. 17 2151
Documentary Papyri, P.Oxy. 17 2151
Not analysed yet
κυρίᾳ μου μητρὶ καὶ κυρίᾳ μου ἀδελφῇ Ἰταλικὸς χαίρειν. καὶ διὰ Εὐφρανίου ὑμῖν ἔγραψα τὰ κατʼ ἐμὲ ὅπως διάκειμαι, ὑμεῖς δέ μοι οὐδὲ ἅπαξ ἐδηλώσατε περὶ τῆς σωτηρίας ὑμῶν, ὅπερ καὶ ἂν νῦν ποιήσατε διὰ τῶν ἐρχομένων πρὸς ἡμᾶς. καὶ γὰρ καὶ διὰ γραμμάτων ὑμῖν ἔγραψα ὅτι γυμνός εἰμι. διὸ ἀξιῶ σε, κυρία μου μῆτερ, …α…τ… τοὺς ἡμῶν κατʼ ὄνομα. ἀσπάζονται ὑμᾶς …καὶ Οὐικτωρία καὶ Τυ…ς καὶ …καὶ ὁ ἀδελφὸς Στέφανος καὶ …ατο… κυρίᾳ μου μητρὶ Περικ…