Ancient Greek
P.Oxy. 17 2153
Documentary Papyri, P.Oxy. 17 2153
Not analysed yet
τῷ ἀξιολογωτάτῳ Ἀπόλλωνι Δίδυμος χαίρειν. ῥύσις χωρίου Διονύσου ἐπὶ τὸ αὐτὸ τῶν ληνιδίων ϛ τετράχοα Ερλβ, διπλᾶ ρκα, δίχοα λζ, ξενικόκουφα ἀριθμῷ η, εἰς ἃ κατηνγίσθη ἐπὶ τὸ αὐτὸ μέτρα σια καὶ διαταγῆς ἐπὶ τὸ αὐτὸ μέτρα ρκγ, γίνεται ἐπὶ τοῦ ὅλου χωρίου Ευξδ. τὰ κτήνη ἀπέστειλα μετὰ τοῦ τέκτονος καὶ Σώτου καὶ τοῦ οἰκοδόμου σήμερον ἐκβάντος τῆς ὑποκαύσεως τῆς ὀπτῆς, δοὺς αὐτῷ καὶ τοὺς μισθοὺς αὐτοῦ ὡς αὐτὴ ἔγραψέν μοι. φρόντισον πῶς ἀνελθεῖν ἡμᾶς, εἰ μὴ θέλεις ἀνελθεῖν ἡμᾶς διὰ τῶν παρʼ ἡμῖν κτηνῶν. ἐὰν γὰρ τύχωμεν πλοίου εἰς ὃ ἡ μικὴ δύναται ἐμβῆναι, ἀνερχόμεθα, εἰ δὲ θέλεις ἀποστεῖλαι ἐφʼ ἡμᾶς τὰ κτήνη εἰς τὸ τοῦ Λαγᾶ ἵνα διὰ νυκτὸς ὁδεύσαντες ἀνέλθωμεν, μόνον μὴ ἡμᾶς καταλείψῃς τὸν μικρὸν πάκτωνα ὃν μετὰ Ἰσιδώρου ἀνέπεμψα, οὐκ ἐτόλμησεν γὰρ ἡ μικὴ ἐκεῖ ἐμβῆναι. ἐρρῶσθαί σε εὔχομαι. τῷ ἀξιολογωτάτῳ Ἀπολλωνίῳ Δίδυμος.