Ancient Greek
P.Oxy. 17 2152
Documentary Papyri, P.Oxy. 17 2152
Not analysed yet
Ἀσκληπιάδης Ζωίλῳ υἱῷ χαίρειν. ἐπειδὴ γράμματα τῷ κρατίστῳ ἐπιστρατήγῳ διεπεμψάμην, καλῶς ποιήσεις ὑπομνήσας αὐτὸν ἐν τάχει μοι ἀντιγράψαι, προνοήσει δὲ ὅπως καὶ τὰ γράμματά μοι ἐπὶ τὸν Ὀξυρυγχείτην παραπεμφθῇ. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. Ζωίλῳ υἱῷ Ἀσκληπιάδης.