Ancient Greek
P.Oxy. 19 2232
Documentary Papyri, P.Oxy. 19 2232dupl
Not analysed yet
Αὐρηλίῳ Ἡρᾷ Διονυσίου ἄρξαντι βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως πραιποσίτῳ τοῦ η πάγου παρὰ Αὐρηλίων Πατερέως Μενχῆτος τεσσαραρίου καὶ Παυσίριος Φλαβίου καὶ Ὡρίωνος Μενχῆτος ἀμφοτέρων κωμαρχῶν τῆς αὐτῆς κώμης Κεσμούχεως τοῦ ὑπὸ σὲ πάγου. δίδομεν τῷ ἰδίῳ ἡμῶν κινδύνῳ πρὸς ἀπαίτησιν κρέως καὶ ἀχύρου ὄντας εὐπόρους καὶ ἐπιτηδείους πρὸς τὴν χρείαν. εἰσὶ δὲ Αὐρήλιοι ἀπαιτητὴς κρέως Θῶνις Μενχῆτος ἀπαιτητὴς ἀχύρου Πάνθηρος Ἀμόιτος. ὑπατείας Καικιννίου Σαβίνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων Παῦνι …Αὐρήλιοι Πατερήους καὶ Παυσῖρις καὶ Ὡρίων ἐπιδεδώκαμεν. Αὐρήλιος Ἀπολλοφάνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.