Ancient Greek
P.Oxy. 19 2233
Documentary Papyri, P.Oxy. 19 2233
Not analysed yet
ὑπατείας Σεργίου καὶ Νιγρινιανοῦ τῶν λαμπροτάτων Παῦνι ιγ. Φλαουίοις Εὐλογίῳ καὶ Θεοδούλῳ ῥιπαρίοις Ὀξυρυγχείτου παρὰ Αὐρηλίων Ὥρου Παύλου ἀπὸ κώμης Ταμπιτὶ ζ πάγου κεφαλαιωτοῦ εἰρηναρχῶν καὶ Παπνουθίου Ἀκώριος καὶ Παύλου Χαιρήμονος ἀμφοτέρων ἀπὸ κώμης Σέσφθα ι πάγου εἰρηναρχῶν. ἐπισταλέντες ὑπὸ τῆς ὑμῶν ἐμμελείας περὶ τῆς γεγενημένης ἐπελεύσεως ὑπό τινων ἀπὸ κώμης Τυγχινφάγων κατὰ τῶν ἀπὸ ἐποικίου Πτολεμα… γενομένων, ὥστε ἐκεῖσε παραγενέσθαι πρὸς αὐτοψίαν καὶ παράστασιν τῶν αἰτίων, γενόμενοι ἡμεῖς …Σέσφθα διὰ κωμητῶν, ἃ κατειλήφασι …ε…