Ancient Greek
P.Oxy. 19 2234
Documentary Papyri, P.Oxy. 19 2234
Not analysed yet
Κυίντωι Καίωι Πάσσερι ἑκατοντάρχηι παρὰ Ἕρμωνος τοῦ Δημητρίου. ὑπάρχει μοι περὶ κώμην Τῆιν τῆς Θμοισεφὼι τοπαρχίας τοῦ Ὀξυρυγχείτου παππικὸς πατρικὸς κλῆρος Δρύου λεγόμενος, ἐν ὧι δημόσιον χῶμα καὶ λάκκος κατὰ μέσον τῶν ἡμετέρων καὶ ναύβια καὶ ἕτερα ὑπέρ τε πάντων τελῶν τὰ καθήκοντα δημόσια, καταβιαζόμενος δὲ καὶ συναρπαζόμενος ὑπὸ ἁλιέων Παύσιος καὶ Παψιοῦτος καὶ τοῦ ἀδελφοῦ καὶ Καλεοῦς καὶ Μέλανος καὶ Ἀττίνου καὶ Πασόιτος καὶ τῶν σὺν αὐτοῖς οὐκ ὄντων ὀλίγων. ἐπαγαγόντες καὶ Τίτιον στρατιώτην μετὰ πολλῶν λίνων καὶ ξυστρῶν ἐπελθόντες ἐπὶ τὸν ἡμέτερον λάκκον μετὰ κολλορόβων ἡλίευσαν καὶ ἀνέσπασαν ἰχθῦν ἄξιον ἐπὶ τὸ αὐτὸ ἀργυρίου τάλαντον α, καὶ λογοποιουμένου μου αὐτοῖς ἤγγισαν με ὡς μέλλοντές με ἐκπο…ν. ἐπεὶ δὲ κατὰ πολλὰ βιάζονταί με, τὴν ἐπί σε καταφυγὴν ποιούμενος ἀξιῶ, ἐὰν φαίνηται, ἀχθῆναι τοὺς ἐγκαλουμένους ἐπί σε, ὅπως ἀποδῶσί μοι τὴν τιμὴν τοῦ ἰχθύος, ὡς προείρηται, εἰς δὲ τὸ μέλλον ἀποσχῶνται τῶν ἡμετέρων, ἵνʼ ὦ εὐεργετημένος. διευτύχει. ἔτους ιζ Τιβερίου Καίσαρος Σεβαστοῦ Παχὼν ιζ.