Ancient Greek
237.7.41 to 237.8.19
Documentary Papyri, P.Oxy. 2 237.7.41-237.8.19
Not analysed yet
διοριζόμενος γάρ σοι λέγω ὅτι Αἰγύπτιοι οὐ μόνον τοῦ ἀφελέσθαι τὰς θυγατέρας ὧν ἔδωκαν ἐξουσίαν, ἔχουσιν δὲ καὶ ὧν ἐὰν καὶ ἴδια κτήσωνται μεθʼ ἕτερα· Οὔμβριος Σαβείνῳ· εἰ ἔφθακας ἅπαξ προῖκα δοὺς τῇ θυγατρί σου, ἀποκατάστησον. Σαβεῖνος· τοῦτον μα… αἴτοῦμαι. Οὔμβριος· τῇ θυγατρὶ δή. Σαβεῖνος· τούτῳ τῷ ἀνδρὶ οὐθὲν προσήκει συνεῖναι. Οὔμβριος· χεῖρόν ἐστι ἀνδρὸς ἀφαιρεῖσθαι …ἀντ…νε…νομε…ησπας…ικο…σι… εὐδαιμ…ς… μην…δ…δω… ἀντίγραφον προσφωνήσεως νομικοῦ. Οὔλπιος Διονυσόδωρος τῶν ἠγορανομηκότων νομικὸς Σαλουιστίῳ Ἀφρικανῷ ἐπάρχῳ στόλου καὶ ἐπὶ τῶν κεκριμένων τῷ τιμιωτάτῳ χαίρειν. Διονυσία ὑπὸ τοῦ πατρὸς ἐκδοθεῖσα πρὸς γάμον ἐν τῇ τοῦ πατρὸς ἐξουσίᾳ οὐκέτι γείνεται. καὶ γὰρ εἰ ἡ μήτηρ αὐτῆς τῷ πατρὶ ἀγράφως συνῴκησε καὶ διὰ τοῦτο αὐτὴ δοκεῖ ἐξ ἀγράφων γάμων γεγενῆσθαι, τῶι ὑπὸ τοῦ πατρὸς αὐτὴν ἐκδόσθαι πρὸς γάμον οὐκέτι ἐξ ἀγράφων γάμων ἐστίν. πρὸς τοῦτο ἴσως γράφεις, τιμιώτατε· καὶ διʼ ὑπομνηματισμῶν ἠσφάλισται περὶ τῆς προικὸς ἡ παῖς ὑπὸ τοῦ πατρός, καὶ τοῦτο αὐτῇ βοηθεῖν δύναται. ἔτους κβ θεοῦ Ἁδριανοῦ, Μεχεὶρ κ. ἀντίγραφον διατάγματος. Οὐαλέριος Εὐδαίμων ἔπαρχος Αἰγύπτου λέγει· καὶ παραδείγματι τῷ καλλίστῳ χρώμενος γνώμῃ τοῦ κρατίστου Μαμερτείνου, καὶ αὐτὸς ἰδίᾳ πεφωρακὼς ὅτι πολλοὶ τῶν χρήματα ἀπαιτουμένων τὸ τὰ δίκαια ποιεῖν τοῖς ἀπαιτοῦσι ἀφέντες ἐπανατάσει μειζόνων ἐνκλημάτων παντελῶς διακρούεσθαι ἢ παρατείνειν τὴν ἀπόδοσιν ἐπιχειροῦσι, οἱ μὲν καταπλήξειν τοὺς τάχα ἂν φοβηθέντας τὸν κίνδυνον καὶ διὰ τοῦτο ἐπʼ ἐλάττονι συμβήσεσθαι προσδοκῶντες, οἱ δὲ τῇ ἐπανατάσει τῆς δίκης ἀπαυδήσειν τοὺς ἀντιδίκους οἰόμενοι, παραγγέλλω τῆς τοιαύτης πανουργίας ἀπέχεσθαι, ἀποδιδόντας ὅσα ὀφείλουσι ἢ πείθοντας τοὺς δικαίως ἀπαιτοῦντας· ὡς εἴ τις χρηματικῆς …συστάσης δίκης ἀπαιτηθεὶς καὶ μὴ παραυτίκα ἀρνησάμενος ὀφείλειν, τοῦτʼ ἔστιν, μὴ παραυτίκα πλαστὰ εἶναι τὰ γράμματα εἰπὼν καὶ κατηγορήσειν γράψας εἰ εἴτε πλαστῶν γραμμάτων ἢ ῥᾳδιουργίας ἢ περιγραφῆς ἐνκαλεῖν ἐπιχειρῇ, ἢ οὐδὲν αὐτῷ τῆς τοιαύτης τέχνης ὄφελος ἔσται ἀναγκασθήσεται δὲ ἀποδοῦναι εὐθέως ἃ ὀφείλει, ἢ παρακαταθέμενός τε τὸ ἀργύριον ἵνʼ ἐν βεβαίῳ τὸ ἀναλαβεῖν ὀφειλόμενα ᾖ, πέρας τῆς χρηματικῆς ἀμφισβητήσεως λαβούσης, τότʼ ἐὰν θαρρῇ τοῖς τῆς κατηγορίας ἐλέγχοις, τὸν μείζονα ἀγῶνα εἰσελεύσεται, οὐδὲ τότε ἀθῷος ἐσόμενος, ἀλλὰ τοῖς τεταγμένοις ἐπιτίμοις ἐνεχόμενος. ἔτους ε θεοῦ Αἰλίου Ἀντωνίνου, Ἐπεὶφ κδ. ἔτους ιε Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Θὼθ ιϛ. κληθείσης Φλαυίας Μηβίας πρὸς Φλαυίαν Ἑλένην καὶ ὑπακουσάσης, Λε…ς ῥήτωρ εἶπεν· ἐν τῇ