Ancient Greek
237.8.20 to 237.8.40
Documentary Papyri, P.Oxy. 2 237.8.20-40
Not analysed yet
τάξει ἐκκείμεθα, περὶ τοῦ χρηματικοῦ ἀξιοῦμεν. Μουνάτιος εἶπεν· οὐκ ἀπέχεται τὰ χρηματικὰ διὰ τούτων τῶν ἐνκλημάτων· εἰ δὲ μή, πάντες ἐροῦσιν ὅτι κατηγορῶ. καὶ Σιμίλιδος διατάγματος. Σέρουιος Σουλπίκιος Σίμιλις ἔπαρχος Αἰγύπτου λέγει· διαζητοῦντί μοι μαθεῖν ἔκ τινος ὑποθέσεως ἐτελεῖτο τὰς Αἰγυπτιακὰς γυναῖκας κατὰ τὰ ἐνχώρια νόμιμα κατέχειν τὰ ὑπάρχοντα τῶν ἀνδρῶν διὰ τῶν γαμικῶν συνγραφῶν ἑαυταῖς τε καὶ τοῖς τέκνοις πλειστάκις δὲ ἐκ τούτου ἀμφισβητήσεων γενομένων, ἐπεὶ ἐδύναντο ἀγνοεῖν οἱ τοῖς γεγαμηκόσι συναλλάσσοντες εἰ τούτῳ τῷ δικαίῳ κατέσχηται τὰ ὑπάρχοντα αὐτῶν ταῖς γυναιξὶ διὰ τὸ καὶ ἑτέροις βιβλιοφυλακίοις τὰς συνγραφὰς καταχωρίζεσθαι, κεκελευκέναι Μέττιον Ῥοῦφον τὸν γενόμενον επι… ἔπαρχον τὰ ἀντίγραφα τῶν συνγραφῶν ταῖς τῶν ἀνδρῶν ὑποστάσεσιν ἐντίθεσθαι καὶ τοῦτο διατάγματι προστεταχέναι οὗ καὶ ἀντίγραφον ὑπέταξα, φανερὸν ποιῶν κατακολουθεῖν ταῖς ὑπὸ Μεττίου Ῥούφου …ἔτους κγ, Ἁθὺρ ιβ. Μάρκος Μέττι- ος Ῥοῦφος ἔπαρχος Αἰγύπτου λέγει· Κλαύδιος Ἄρειος ὁ τοῦ Ὀξυρυγχείτου στρατηγὸς ἐδήλωσέν μοι μήτε τὰ ἰδιωτικὰ μήτε τὰ δημόσια πράγματα τὴν καθήκουσαν λαμβάνειν διοίκησιν διὰ τὸ ἐκ πολλῶν χρόνων μὴ καθʼ ὃν ἔδει τρόπον ᾠκονομῆσθαι τὰ ἐν τῇ τῶν ἐνκτήσεων βιβλιοθήκῃ διαστρώματα, καίτοι πολλάκις κριθὲν ὑπὸ τῶν πρὸ ἐμοῦ ἐπάρχων τῆς δεούσης αὐτὰ τυχεῖν ἐπανορθώσεως· ὅπερ οὐ καλῶς ἐνδέχεται εἰ μὴ ἄνωθεν γένοιτο ἀντίγραφα. κελεύω οὖν πάντας τοὺς κτήτορας ἐντὸς μηνῶν ἓξ ἀπογράψασθαι τὴν ἰδίαν κτῆσιν εἰς τὴν τῶν ἐνκτήσεων βιβλιοθήκην καὶ τοὺς δανειστὰς ἃς ἐὰν ἔχωσι ὑποθήκας καὶ τοὺς ἄλλους ὅσα ἐὰν ἔχωσι δίκαια, τὴν δὲ ἀπογραφὴν ποιείσθωσαν δηλοῦντες πόθεν ἕκαστος τῶν ὑπαρχόντων καταβέβηκεν εἰς αὑτοὺς ἡ κτῆσις. παρατιθέτωσαν δὲ καὶ αἱ γυναῖκες ταῖς ὑποστάσεσι τῶν ἀνδρῶν ἐὰν κατά τινα ἐπιχώριον νόμον κρατῆται τὰ ὑπάρχοντα, ὁμοίως δὲ καὶ τὰ τέκνα ταῖς τῶν γονέων οἷς ἡ μὲν χρῆσις διὰ δημοσίων τετήρηται χρηματισμῶν, ἡ δὲ κτῆσις μετὰ θάνατον τοῖς τέκνοις κεκράτηται, ἵνα οἱ συναλλάσσοντες μὴ κατʼ ἄγνοιαν ἐνεδρεύωνται. παραγγέλλω δὲ καὶ τοῖς συναλλαγματογράφοις καὶ τοῖς μνήμοσι μηδὲν δίχα ἐπιστάλματος τοῦ βιβλιοφυλακίου τελειῶσαι, γνοῦσιν ὡς οὐκ ὄφελος τὸ τοιοῦτο ἀλλὰ καὶ αὐτοὶ ὡς παρὰ τὰ προστεταγμένα ποιήσοντες δίκην ὑπομενοῦσι τὴν προσήκουσαν. ἐὰν δʼ εἰσὶν ἐν τῇ βιβλιοθήκῃ τῶν ἐπάνω χρόνων ἀπογραφαί, μετὰ πάσης ἀκριβείας φυλασσέσθωσαν ὁμοίως δὲ καὶ τὰ διαστρώματα, ἵνʼ εἴ τις γένοιτο ζήτησις εἰς ὕστερον περὶ τῶν μὴ δεόντως ἀπογραψαμένων ἐξ ἐκείνων ἐλεγχθῶσι. ἵνα δʼ οὖν βεβαία τε καὶ εἰς ἅπαν διαμένῃ τῶν διαστρωμάτων