Ancient Greek
P.Oxy. 2 241
Documentary Papyri, P.Oxy. 2 241
Not analysed yet
Καικίλλιος Κλήμης τῷ ἀγορανόμῳ χαίρειν. ἀνάγραψον δανείου συνγραφὴν Θώνιος τοῦ Ἁρπαήσιος τοῦ Πετσερωθώνιος μητρὸς Πετοσίριος τῆς Ἁρπαήσιος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, ἀρχιπαστοφόρου Θοήριδος καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ Ὠσίριος καὶ τῶν συννάων θεῶν μεγίστων, ὑποθήκης τρίτου μέρους οἰκίας, ἐν ᾗ αἴθριον, καὶ αὐλῆς καὶ εἰσόδων καὶ ἐξόδων καὶ τῶν συνκυρόντων τῶν ὄντων ἐπʼ ἀμφόδου δρόμου Γυμνασίου πρὸς τῷ Ὠσιρίῳ καὶ τῷ Ταμείῳ, οὗ ὑπέθετο αὐτῷ ὁ ὁμογνήσιος αὐτοῦ ἀδελφὸς Θομφύας πρός τε ἃς ηὐχρήστησεν αὐτῷ κατὰ χειρόγραφον καὶ διαγραφὴν τραπέζης δραχμὰς τετρακοσίας …καὶ α…