Ancient Greek
P.Oxy. 2 242
Documentary Papyri, P.Oxy. 2 242
Not analysed yet
Κλαύδιος Ἀντωνῖνος τῷ ἀγορανόμῳ χαίρειν. κατάγραψον ὠνὴν …τος τῆς Φατρέους καὶ Ἄπει Ἁρπαήσιος τοῦ Α… μητρὸς Ταυσοράπιος τῆς Ἁρθοώνιος τοῖς …ἱερεῦσι Θοήριδος καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ τῶν συννάων θεῶν μεγίστων τῷ δὲ Ἁρθώνει καὶ Πάειτι οὖσι καὶ στολισταῖς τῶν αὐτῶν θεῶν, ὧν τυγχάνει ἡ διατιθεμένη ἠγορακυῖα παρὰ Διονυσίας τῆς καὶ Τααμόιτος τῆς Διονυσίας Ἐπιμάχου τῷ μηνὶ Καισαρείῳ τοῦ διελθόντος ἐνάτου ἔτους ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου ἐπὶ λαύρας Ἑρμαίου ἐκ βορρᾶ …λέλοιπεν ἡ Διονυσία ἡ καὶ Τααμόις ἀπὸ βορρᾶ τοῦ Σαράπιδος θεοῦ μεγίστου περιβόλου ἐκ πλάτους πήχυος ἡμίσους τόπων ἐκ μέρους περιτετειχισμένων, σὺν τοῖς ἐνοῦσι φορτίοις, ἐπὶ τῷ ἐᾶσαι τοὺς ὠνουμένους τόπους τῷ κυρίῳ Σαράπιδι πρὸς χρηστίαν τοῦ αὐτοῦ θεοῦ καὶ τὰ λοιπὰ μέρη περιτειχίζειν, τοὺς δʼ αὐτοὺς τόπους οὐκ ἐμφόρους ποιήσουσι πρὸς τὸ μένειν αὐτοὺς χρηστήρια τοῦ αὐτοῦ θεοῦ καὶ τοῦ ἱεροῦ, οὐδὲ μὴν ἐξέσται αὐτοῖς ἑτέροις πωλεῖν κατʼ οὐδένα τρόπον, ὧν ἐπρίαντο ἐπὶ τούτοις παρὰ Θερμουθίου τῆς Διονυσίου τοῦ Θοώνιος μητρὸς Τεσεύριος τῆς Πετοσοράπιος μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Κεφάλωνος τοῦ Ἁρθοώνιος τοῦ Εὐβούλου μητρὸς Θαήσιος, πάντων τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, τιμῆς ἀργυρίου δραχμῶν χϙβ χαλκοῦ ταλάντων να Ευ. ἔρρωσο. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, Χοίαχ ιβ. Κλαύδιος Ἀντωνῖνος χρημάτισον. Ἀλέξανδρος καὶ οἱ μέτοχοι τοῖς ἀγορανόμοις χαίρειν. τέτακται τῇ ιγ τοῦ Χοίακ ἐνκυκλίου Ἁρθοῶνις Ἁρθοώνιος καὶ οἱ σὺν αὐτῷ ἱερεῖς καθʼ ἣν ἔχουσι διαγραφὴν χαλκοῦ πρὸς ἀργύριον τάλαντα ε Αρμ. ἔρρωσθε.