Ancient Greek
P.Oxy. 2 247
Documentary Papyri, P.Oxy. 2 247
Not analysed yet
ἐλήφθη θ ἔτους Φαμενὼθ ιδ. Θέωνι καὶ Ἐπιμάχωι βιβλιοφύλαξι παρὰ Πανεχώτου τοῦ Παυσίριος τοῦ Πανεχώτου μητρὸς Τσεναμμωνᾶτος τῆς Πανεχώτου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. ἀπογράφομαι τῷ ὁμογνησίῳ μου ἀδελφῷ …ἀπὸ τῆς αὐτῆς πόλεως προστρέχοντι τῇ ἐννόμῳ ἡλικίᾳ κατὰ τὰ ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Μεττίου Ῥούφου προστεταγμένα τὸ ὑπάρχον αὐτῷ εἰς τὴν ἐνεστῶσαν ἡμέραν ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπίου ἐπʼ ἀμφόδου Ἱππέων Παρεμβολῆς ἐν τῷ Κάμπῳ τρίτον μέρος οἰκίας διπυργίας, ἐν ᾗ κατὰ μέσον αἴθριον, καὶ τῆς προσούσης αὐλῆς καὶ ἑτέρων χρηστηρίων καὶ εἰσόδου καὶ ἐξόδου καὶ τῶν συνκυρόντων, κατηντηκὸς εἰς αὐτὸν ἐξ ὀνόματος τῆς σημαινομένης καὶ μετηλλαχυίας ἀμφοτέρων μητρὸς Τσεναμμωνᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως ἀκολούθως οἷς ἔχει δικαίοις. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Φαμενὼθ ιδ.