Ancient Greek
P.Oxy. 2 248
Documentary Papyri, P.Oxy. 2 248
Not analysed yet
Ἐπιμάχωι καὶ Θέωνι βιβλιοφύλαξι παρὰ Δημητρίας Σαραπίωνος τοῦ Θέωνος μητρὸς Πρείμας τῆς …μετὰ κυρίου Σαραπίωνος τοῦ Ἀλεξάνδρου …τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. ἀπογράφομαι τῶι υἱῶι μου Ἀμόιτι Δημητρίου τοῦ Σαραπίωνος τοῦ Θέωνος τῶν ἀπὸ τῆς αὐτῆς πόλεως …πρώτως κατὰ τὰ κελευσθέντα τὰ κατηντηκότα εἰς αὐτὸν ἐξ ὀνόματος αὐτοῦ μὲν πατρὸς ἐμοῦ δὲ… Σαραπίωνος τοῦ Θέωνος …χου τῶν ἀπὸ τῆς αὐτῆς πόλεως τετελευτηκότος τῶι ὀγδόωι ἔτει θεοῦ Οὐεσπασιανοῦ, ἐν μὲν τῆι Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Πλατείας …μέρος ἡμίσους μέρους κοινωνικῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς, καὶ περὶ Κερκεθῦριν τῆς πρὸς λίβα τοπαρχίας ἐκ τοῦ Κτησικλέους κλήρου ἀπὸ κοινωνικῶν ἐδαφῶν ἥμισυ μέρος κατοικικῆς γῆς ἀρουρῶν δέκα μιᾶς τετάρτου ,καὶ ἐκ τοῦ Ἐπιμάχου ὁμοίως ἀπὸ κοινωνικῶν ἐδαφῶν ἥμισυ μέρος κατοικικῆς γῆς ἀρουρῶν δύο ,καὶ ἐν τῇ αὐτῇ κώμῃ δίμοιρον μέρος τετάρτου μέρους κοινωνικῆς ἐπαύλεως συνπεπτωκυίας ἐν ᾗ πύργος καὶ περιστερεὼν καὶ αὐλαὶ καὶ ἕτερα χρηστήρια πάντα συνπεπτωκότα. ὁ δὲ Σαραπίων ἐστὶν διὰ τῆς τοῦ δεκάτου ἔτους Νέρωνος ἀπογραφῆς, ἐπὶ δὲ πάντων ἀκολούθως τοῖς εἰς τὸν αὐτὸν Σαραπίωνα δικαίοις. ἔτους γ Αὐτοκράτορος Τίτου Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, Φαῶφι ιγ. α πε