Ancient Greek
P.Oxy. 2 258
Documentary Papyri, P.Oxy. 2 258
Not analysed yet
……νων τὴν ε… Διδύμου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἐπʼ ἀμφόδου Ποιμενικῆς. κατὰ τὰ κριθέντα ἐπὶ τῶν προσβεβηκότων εἰς τρεισκαιδεκαετεῖς εἰ ἐξ ἀμφοτέρων γονέων μητροπολιτῶν δωδεκαδράχμων εἰσὶν ἐτάγη ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ὁ υἱός μου …ος μητρὸς Θεψεῖτος τῆς Διδύμου προσβεβηκὼς εἰς τρεισκαιδεκαετεῖς τῷ ἐνεστῶτι …ἔτει Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ. ὅθεν παραγενόμενος εἰς τὴν τούτου ἐπίκρισιν δηλῶ εἶναι ἐμὲ κατὰ τ… καὶ τὸν τῆς μητρὸς αὐτοῦ πατέρα Δίδυμον …ἀναγραφόμενον ἐν ὁμολόγοις ἐπʼ ἀμφόδου …ὃς καὶ τετελεύτηκε τῷ …ἔτει Νέρωνος, καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Δομιτιανὸν Σεβαστὸν Γερμανικὸν ἀληθῆ εἶναι τὰ προγεγραμμένα. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ …Μ…ν…ρ… ἐπιδέδωκα.