Ancient Greek
P.Oxy. 2 259
Documentary Papyri, P.Oxy. 2 259
Not analysed yet
ἀντίγραφον χειρογραφίας. Θέων Ἀμμωνίου Πέρσης τῆς ἐπιγονῆς Δημητρίῳ τῷ τεταγμένῳ πρὸς τῇ τοῦ Διὸς φυλακῇ. ὀμνύω Τιβέριον Καίσαρα Νέον Σεβαστὸν Αὐτοκράτορα ἦ μὴν κτήσεσθαι ἡμέρας τρίακοντα ἐν αἷς ἀποκαταστήσω ὃν ἠγγύημαι παρὰ σοῦ ἐκ τῆς πολιτικῆς φυλακῆς τῷ Φαῶφι τοῦ ἐνεστῶτος ἔτους Σαραπίωνα Σαραπίωνος τὸν εἰσηγμένον πρὸς συνγραφὴν ἰδιόγραφον ψελίου χρυσοῦ μναιαίων δύο Μαγιανοῦ εἰς λόγον Ἀλίνης τῆς Διονυσίου ἀστῆς διὰ Βίλλου διοικητικοῦ ὑπηρέτου. ἐὰν δὲ μὴ παριστῶ ἐν ταῖς προκειμέναις ἡμέραις ἐκτείσω τὰ προκείμενα τοῦ χρυσίου μναιαῖα δύο ἀνυπερθέτως, μὴ ἔχοντός μου ἐξουσίαν χρόνον ἕτερον κτήσεσθαι μηδὲ μετάγειν ἐμαυτὸν εἰς ἑτέραν φυλακήν. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναντία. ἔτους θ Τιβερίου Καίσαρος Σεβαστοῦ, Παχὼν κβ. ὑπόλεξον Σαραπίωνι, χάριν οὗ ἦλθεν ὁ Διονύσιος ἐτελέσθη, καὶ περὶ τοῦ Ἡλιοδώρου λόγου συνπερίλυσον αὐτόν, καὶ λάβε τὸ ἀργύριον. συνζητοῦμεν τούτου χάριν. οὐκ ἀνεπλευσάμεθα ἐν τούτῳ τῷ πλοίῳ ὅτι οὐκ εἷλκε μ… ἢ αὐτὸν ἱκανοδοτοῦντ…με… ἕως ἑαυτὸν αὐτὸν …ποιήσω, εἰ δὲ μὴ ἐμβέβηκεν. ἔρρωσο. βλέπε με πῶς ἡ μήτηρ ἡμῶν ἔσφαξε χάριν τοῦ χειρογράφου …ω …αφ…ηκα δε… …καλῶς δρᾷ.