Ancient Greek
P.Oxy. 2 272
Documentary Papyri, P.Oxy. 2 272
Not analysed yet
Σαρα…, πατ…, καὶ τ…, μον…, με…, θεοῦ γ… ὀφειλο…, πτορος γρ… κεφάλαια …,ὑπὲρ τοῦ κα… ἀργυρίου δραχμῶν διακοσίων τεσσαράκοντα ἐννέα εἰς πλήρωσιν ἀργυρίου δραχμῶν ἐνακοσίων τεσσαράκοντα ἑπτὰ ὀβολῶν δύο τῶν αἱρούντων σοι ἀνθʼ ἧς πεποιήμεθα χρήσεως τοῦ κατὰ σὲ μέρους, ὁμολογοῦμεν ἔχειν σε ἐξουσίαν σεαυτῆι τὴν ἀπαίτησιν ποιεῖσθαι παρὰ τοῦ Ἡρακλήου τῶν προκειμένων ἀργυρίου δραχμῶν διακοσίων τεσσαράκοντα ἐννέα ,μενούσης κυρίας ἧς προεῖσαι ἡμῖν ἀποχῆς, τῆς δὲ λοιπῆς τοῦ Ἡρακλήου ὀφειλῆς οὔσης τῶν τριῶν κοινῆς καὶ τῆς λοιπῆς τῆς ὑφʼ ἑτέρων ὑποτελῶν φανησομένης ἐχθέσεως τῶν ἐκ τοῦ νομοῦ ὡσαύτως οὔσης τῶν τριῶν κοινῆς, ἐφʼ ᾧ οὐ καταλειφθήσεται τοῖς προγεγραμμένοις πᾶσι ἐπὶ τὸν ἕτερον λόγος περὶ οὐδενὸς ἁπλῶς τρόπωι οὐδενί, μενόντων κυρίων τῶν προγεγραμμένων πάντων. κυρία ἡ χείρ. ὑπογραφῆς ἀντίγραφον. Διονύσιος Διονυσίου τοῦ καὶ Διδύμου τοῦ Διονυσίου μητρὸς Πτολέμας τῆς Ἑρμίππου συνκεχώρηκα σὺν τῶι Σαραπίωνι τὴν πρᾶξιν τῶν τοῦ ἀργυρίου δραχμῶν διακοσίων τεσσαράκοντα ἐννέα ,καὶ οὐδὲν ἐνκαλῶ καθὼς πρόκειται. ἑτέρας ὁμοίως. Σαραπίων Διδύμου τοῦ Σαρπίωνος μητρὸς Διονυσίας τῆς Κλάρου συνκεχώρηκα σὺν τῶι Διονυσίωι τὴν πρᾶξιν τῶν τοῦ ἀργυρίου δραχμῶν διακοσίων τεσσαράκοντα ἐννέα ,καὶ οὐδὲν ἐγκαλῶ καθὼς πρόκειται. ἔτους δωδεκάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Γερμανικείου ιε.