Ancient Greek
P.Oxy. 2 273
Documentary Papyri, P.Oxy. 2 273
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Παῦνι λ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Ἰουλία Ἡρακλᾶ μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ κατὰ τὰ Ῥωμαίων ἔθη ὑπὸ Γαίου Σεπτιμίου Οὐεγέτου τοῦ ἡγεμονεύσαντος ἀκολούθως τῇ γενομένῃ ταβέλλῃ Λουκίου Ὀφελλίου Λουκίου Οὐφετείνα Ἀνθεστίου Θέωνι Νικίππου τοῦ Νικίππου Φυλαξιθαλασσείῳ τῷ καὶ Ἀλθαιεῖ ἐν ἀγυιᾷ συνκεχωρηκέναι τῇ ἑαυτῆς θυγατρὶ Γαίᾳ τῇ καὶ Σαραπιάδι Παυσανίου τοῦ καὶ Διονυσίου Ἀστυάνακτος τοῦ Τρύφωνος Φυλαξιθαλασσείου τοῦ καὶ Ἡρακλείου οὐδέπω οὔσῃ ἐν ἡλικίᾳ ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον κατὰ χάριν ἀναφαίρετον ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῇ περὶ Σερῦφιν τῆς πρὸς λίβα τοπαρχίας ἐκ τοῦ Νεικάνδρου κλήρου ἀρουρῶν δέκα πέντε ἐξ ἧς ἐὰν αἱρῆται τούτων κεφαλῆς κατοικικῆς γῆς ἀρούρας πέντε ,ἃς καὶ ἐξέσται τῇ Γαίᾳ τῇ καὶ Σαραπιάδι ἀπὸ τῆσδε τῆς ὁμολογίας διʼ ἑαυτῆς μετεπιγράφεσθαι διὰ τῶν καταλοχισμῶν, μὴ προσδεηθείσῃ τῆς τῆς μητρὸς Ἰουλίας Ἡρακλᾶς συνεπιγραφῆς. κρατεῖν οὖν καὶ κυριεύειν τὴν Γαίαν τὴν καὶ Σαραπιάδα σὺν ἐγγόνοις καὶ τοῖς παρʼ αὐτῆς μεταλημψομένοις …