Ancient Greek
P.Oxy. 2 279
Documentary Papyri, P.Oxy. 2 279
Not analysed yet
Γαλατίωνι βασιλικῷ γραμματεῖ παρὰ Θεογένους τοῦ Θεογένους. βουλόμενος πλεῖον περιποιῆσαι τοῖς δημοσίοις, ἐπιδέχομαι συνχωρηθείσης μοι ἀπὸ τοῦ ἐνεστῶτος πέμπτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος τῆς γεωργίας τῶν γεωργουμένων ὑπὸ υἱῶν Θέωνος Πανεχώτου περὶ Νέσλα τῆς ἄνω τοπαρχίας ἐν μὲν τῷ λεγομένωι Ἑρμῆι βασιλικῆς γῆς ἀρουρῶν τεσσαράκοντα, τελεῖν ἀντὶ τῶν προτελουμένων ὑπὲρ τούτων τιμῆς χλωρῶν ἐν στερεοῖς γένεσι ὑπὲρ ἀρουρῶν εἴκοσι ἑκάστης ἀρούρης ἀνὰ πυροῦ ἀρτάβας πέντε καὶ ὑπὲρ τῶν ἄλλων ἀρουρῶν εἴκοσι ἐν π…