Ancient Greek
P.Oxy. 2 280
Documentary Papyri, P.Oxy. 2 280
Not analysed yet
ἐμίσθωσεν Διονύσιος Διονυσίου τοῦ Παυσιρίωνος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Διονυσίῳ Ἁρποχρατίωνος τοῦ Σαραπίωνος τῶν ἀπὸ τῆς αὐτῆς πόλεως Πέρσῃ τῆς ἐπιγονῆς εἰς ἔτη τέσσαρα βροχὰς τέσσαρας ἀπὸ τοῦ ἐνεστῶτος ὀγδόου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ τὰς ὑπαρχούσας αὐτῷ περὶ Τύχιν Νεκῶτιν ἐκ τοῦ μέσου περιχώματος καὶ τῆς πρότερον Ἀρτεμιδώρου δωρεᾶς ἀπὸ κοινωνικῶν ἀρουρῶν ἀρούρας πέντε ,ὥστε ἐπὶ μὲν τὰ πρῶτα ἔτη τρία κατʼ ἔτος σπεῖραι καὶ ξυλαμῆσαι ταύτας οἷς ἐὰν αἱρῆται γένεσι χωρὶς ἰσάτεως, ἐν δὲ τῷ ἐσχάτῳ ἐνιαυτῷ σπεῖραι τὸ μὲν ἥμισυ πυρῷ τὸ δʼ ἄλλο ἥμισυ ξυλαμῆσαι ἀράκῳ, ἀφʼ οὗ τὸ μὲν ἥμισυ εἰς ἄρωσιν τὸ δὲ ἕτερον ἥμισυ εἰς κοπήν, ἀποτάκτου φόρου πυροῦ ἀρταβῶν δέκα ἑπτὰ ἀκινδύνου κατʼ ἔτος ἀπότακτον παντὸς κινδύνου παραδεχομένης τῷ μεμισθωμένῳ τῆς ἐσομένης τὸ τάχιστον …ησ…τ… …ο… μίσθωσις Διονυσίου ἀρουρῶν ε περὶ Τύχιν Νεκῶτιν.