Ancient Greek
P.Oxy. 2 292
Documentary Papyri, P.Oxy. 2 292
Not analysed yet
Θέων Τυράννωι τῶι τιμιωτάτωι πλεῖστα χαίρειν. Ἡρακλείδης ὁ ἀποδιδούς σοι τὴν ἐπιστολὴν ἐστίν μου ἀδελφός· διὸ παρακαλῶ σε μετὰ πάσης δυνάμεως ἔχειν αὐτὸν συνεσταμένον. ἠρώτησα δέ καὶ Ἑρμίαν τὸν ἀδελφὸν διὰ γραπτοῦ ἀνηγεῖσθαί σοι περὶ τούτου. χαρίσει δέ μοι τὰ μέγιστα ἐάν σου τῆς ἐπισημασίας τύχηι. πρὸ δὲ πάντων ὑγιαίνειν σε εὔχομαι ἀβασκάντως τὰ ἄριστα πράττων. ἔρρωσο. Τυράννωι διοικητῇ.