Ancient Greek
P.Oxy. 2 293
Documentary Papyri, P.Oxy. 2 293
Not analysed yet
Διονύσιος Διδύμῃ τῆι ἀδελφῇ πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. οὐδεμίαν μοι φάσιν ἀπέστειλας περὶ τῶν ἱματίων οὔτε διὰ γραπτοῦ οὔτε διὰ σημείου, ἀλλʼ ἔτι καὶ νῦν κεῖται μέχρι οὗ ἀποστείλῃς μοι φάσιν. τῷ δὲ φέροντί σοι τὴν ἐπιστολὴν Θεωνᾶτι ἱκανὸν ποίησον περὶ οὗ ἐὰν θέλῃ. οὐκ ἔστιν …λο…ος, ἐὰν δὲ με…τι… καὶ προσελ…ειραν…ος πῶς …π… …ἐπισκοπεῖται ὑμᾶς καὶ πάντας τοὺς ἐν οἴκῳ. ἔρρωσο. ἔτους ιδ Τιβερίου Καίσαρος Σεβαστοῦ, Ἁθὺρ ιη. ἀπόδος παρὰ Διονυσίου Διδύμῃ τῆι ἀδελφῇ.