Ancient Greek
P.Oxy. 20 2283
Documentary Papyri, P.Oxy. 20 2283
Not analysed yet
χμγ βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δ ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους γ Μεχεὶρ ιγ ἰνδικτίονος δ ἔτους σξδ καὶ σλα. Αὐρήλιος Πέτρος υἱὸς Παμτᾶ μητρὸς Μάρθας ὁρμώμενος ἀπὸ κώμης Τάμμονος τοῦ Ὀξυρυγχίτου νομοῦ διατίθεμαι τὰ ἑξῆς ὑποτεταγμένα τὰ ἀνθρώπινα λογιζόμενος καὶ τὸ κοινὸν τοῦ βίου τέλος καὶ τὴν ἐμὴν ἔκβασιν, ἔτι δὲ μᾶλλον νῶν καὶ φρονῶν καὶ τὸν λογισμὸν τῶν ἐμαυτοῦ καλῶς καὶ ὀρθῶς φέρων καὶ τὴν διάνοιάν μου ἐρρωμένην ἔχων καὶ ἀκεραίαν, τὰ αἰσθητήρια ἀβλαβής, εἰδὼς ὡς ὀφείλει …ταύτης τῆς ἐμῆς τελευταίας βουλήσεως πρὸς τὸ τοῖς μετʼ ἐμὲ μὴ ἐᾶσαι ἀφορμὴν ἢ ἁψιμαχίαν …χάριν τοῦ ἐμοῦ ἐλαχίστου κληρονομήματος διελόμενος πρὸς τὸν κωμογραμματέα προσελθὼν ὑπηγόρευσα αὐτοῦ ταύτην μου τὴν διαθήκην ἤτοι βουλημάτιον, ἥντινα καὶ κωδικιλλοῦν πρὸς τὸ τῶν τρόπων ἐπέχειν δύναμιν ἰσχύειν καὶ ἀσάλευτον εἶναι ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας τῷ πολιτικῷ καὶ πραιτωρίῳ δικαίῳ τῷ ξενικῷ κεφαλαίου χάριν. …