Ancient Greek
P.Oxy. 20 2284
Documentary Papyri, P.Oxy. 20 2284
Not analysed yet
ἐμίσθωσεν Αὐρήλιος Σαραπίων Ἀσκληπίου σιγγουλάριος ἐπάρχου Αἰγύπτου ὢν ἐν στρατείᾳ Σύρος ὁ καὶ ἐπικαλούμενος Σαραπίων μητρὸς …αλιανῆς τῆς καὶ Ἀμνεσσοῦτος θυγατρὸς Σερήνου …παρ …μισθαποχῆς χράσθω ὁ μεμισθωμένος τοῖς μεμισθωμένοις ἀκωλύτως ἐπὶ τὸν χρόνον …σιτικὴν σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῆται ὁ μεμισθωμένος χωρὶς ἰσάτεως καὶ ὀχομενίου καὶ ἐπὶ τέλει τοῦ χρόνου παραδότω τὰ μὲν οἰκόπεδα καθαρὰ ἀπὸ κοπριῶν καὶ ἀκαθαρσίας πάσης καὶ τὰς ἐπούσας θύρας καὶ κλείδας, τὴν δὲ γῆν καθαρὰν ἀπὸ δημοσίων καὶ τελεσμάτων πάντων ἐπικλασμῶν παντοίων. κυρία ἡ μισθαποχὴ καὶ ἐπερωτηθέντες ὑπʼ ἀλλήλων ὡμολόγησαν. ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Σαλωνίνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Θὼθ λ Αὐρήλιος Σύρος ὁ καὶ καλούμενος Σαραπίων ὁ προκειμένος μεμίσθωμαι …πάντα καὶ …τὰ ἔτους χρόνου …καὶ τὰ ἐκφόρια πάντα ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.