Ancient Greek
2351.r.1 to 2351.r.57
Documentary Papyri, P.Oxy. 22 2351.r.1-57
Not analysed yet
ἐμίσθωσεν Φρατρῆς Ἀρθοώνιος τοῦ Ἀρθοώνιος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἱερεύς Θοήριδος καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ τῶν συννάων θεῶν μεγίστων Τοτοῇ τῷ καὶ Πλουτάρχῳ καὶ Παχνούμει ἀμφοτέροις Παχνούμιος τοῦ Τοτοέως μητρὸς Θαήσιος καὶ Τοτοῇ Πετσίριος τοῦ Τοτοέως μητρὸς Ταχνούμιος τοῖς τρισὶ ἀπὸ κώμης Τανάεως Πέρσαις τῆς ἐπιγονῆς εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ἑκκαιδεκάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ καὶ τῷ ἀδελφιδῷ αὐτοῦ Ἀρθοώνει Πετεύριος περὶ τὴν αὐτὴν Τανάϊν ἐκ τοῦ Νικαίου κλήρου ἀρούρας εἴκοσι τέσσαρας ὥστε σπεῖραι κατʼ ἔτος τὸ μὲν ἥμισυ πυρῷ τὸ δὲ ἕτερον ἥμισυ ξυλαμῆσαι ἄρακι ἐκφορίου κατʼ ἔτος τῆς μὲν πυρῷ ἀνὰ πυροῦ ἀρτάβας ὀκτὼ ἥμισυ τῆς δὲ ἐν ἄρακι ἀνὰ πυροῦ ἀρτάβας δύο ἢ ἀργυρίου δραχμὰς εἴκοσι τέσσαρας ἄρτων ἀρτάβης μιᾶς κατʼ ἔτος παιδαρίοις ἀρτάβης ἥμισυ . ὁμολογοῦσι δὲ οἱ μεμισθωμένοι ἐσχηκέναι καὶ παραμεμετρῆσθαι παρὰ τοῦ Φατρέως εἰς σπέρματα τῆς γῆς τοῦ ἐνεστῶτος ἔτους ἀδιαφόρους ἀρτάβας δώδεκα καὶ προσομολογοῦσι οἱ αὐτοὶ μεμισθωμένοι ὀφείλειν τῷ Φατρῆτι ἀπὸ λοιπογραφίας ἐκφορίων τῶν αὐτῶν ἀρουρῶν πυροῦ ἀρτάβας ἐνενήκοντα δύο ἐξ ὧν δώσουσι οἱ μεμισθωμένοι ἐπὶ μὲν τὰ πρῶτα ἔτη τρία κατʼ ἔτος πυροῦ ἀρτάβας εἴκοσι . τὰς δὲ λοιπὰς τῆς ὀφειλῆς πυροῦ ἀρτάβας τριάκοντα δύο χαριεῖται αὐτοῖς ὁ Φατρῆς ἐὰνπερ εὐδωσιδικῶσι οἱ μεμισθωμένοι ἐν τῇ ἀποδόσει τῶν προκειμένων ἐκφορίων καὶ σπερμάτων καὶ τῶν τῆς κατʼ ἔτος ἐπὶ τὸν τριετῆ χρόνον ὀφειλῆς κατʼ ἔτος ἀνὰ πυροῦ ἀρτάβας εἴκοσι ἀκινδύνων παντὸς κινδύνου τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα τῶν δὲ καρπῶν κυριευέτω ἓως ἂν τὰ ὀφειλόμενα αὐτῷ κατʼ ἔτος κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότωσαν οἱ μεμισθωμένοι τῷ Φατρῆτι τὰ κατʼ ἔτος ὀφειλόμενα αὐτίκα ἐν τῷ Παῦνι μηνὶ ἐφʼ ἅλω Τανάεως πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον μέτρῳ τετάρτῳ παραλημπτικῷ αὐτοῦ Φάτρεως ἑαυτῷ μετροῦντος ἢ διʼ οὗ ἐὰν αἵρηται. ἕξει δὲ ὁ Φατρῆς τοῦ ἐγβησομένου κατʼ ἔτος ἀχύρου τὸ ἥμισυ ὃ δʼ ἂν προσοφειλέσωσι ἀποτισάτωσαν μεθʼ ἡμιολίας καὶ ἡ πρᾶξις ἔστω Φατρῇ ἔκ τε τῶν μεμισθωμένων ὄντων ἀλληλεγγύων εἰς ἔκτεισιν καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἂν αὐτῶν αἵρηται.