Ancient Greek
2351.r.58 to 2351.v.89
Documentary Papyri, P.Oxy. 22 2351.r.58-2351.v.89
Not analysed yet
ἐὰν δὲ ἀδωσιδικῶσι ἐν τῇ ἀποδόσει τῶν προκειμένων ὡς ἐπάνω δεδήλωται ἔξεσται τῷ Φατρῇ ἐντὸς τοῦ χρόνου ἑτέροις μεταμισθοῖν καὶ ἐκπράσσειν αὐτοὺς τὰ ὅλα ὀφειλόμενα διὰ τὸ ἐπὶ τούτοις ἑστάσθαι. κυρία ἡ μίσθωσις οὖσά μου τοῦ Τοτοέως τοῦ καὶ Πλουτάρχου χειρὶ καὶ εὐδοκῶ καὶ συναποδώσω ἐξ ἀλληλεγγύης ἐπὶ πᾶσι τοῖς προκειμένοις. ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Φαῶφι δεκάτῃ. Παχνοῦμις Παχνούμιος τοῦ Τοοέως μητρὸς Θαήσιος καὶ Τοτοῆς Πετσίριος τοῦ Τοτοέως μητρὸς Ταχνούμιος ἀμφότεροι συνμεμισθώμεθα ἐπὶ τὰ τέσσαρα ἔτη ἐκφορίου τῆς μὲν πυρῶι ἀνὰ πυροῦ ἀρτάβας ὀκτὼ ἥμισυ τῆς δὲ ἄρακι ἀνὰ πυροῦ ἀρτάβας δύο ἢ ἀργυρίου δραχμὰς εἴκοσι τέσσαρας καὶ συνέσχομεν τὰς τῶν σπερμάτων πυροῦ ἀρτάβας δέκα δύο καὶ ὀφείλομεν λοιπογραφίαν πυροῦ ἀρτάβας ἐνενήκοντα δύο ἐξ ὧν συναποδώσομεν ἐν τῇ πρώτῃ τριετείᾳ κατʼ ἔτος πυροῦ ἀρτάβας εἴκοσι τὰς δὲ λοιπὰς ἀρτάβας τριάκοντα χαριεῖται ὁ Φατρῆς ἐπὶ πᾶσι τοῖς προκειμένοις οἷς καὶ εὐδοκοῦμεν. Θοῶνις ὁ καὶ Ἀλκ… Παπίριος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα …ἔτους κ Τραιανοῦ Καίσαρος τοῦ κυρίου μηνὸς Καισαρείου β ἐγδέδωκα ἀποχὴν τῶι Τοτοῇ καὶ Παχνοῦμει τῶν ἐκφορίων καὶ λοιπογραφίας φόρων μηνὸς Σεβαστοῦ περιδ…ηδ αὐτοῦ ἔτους