Ancient Greek
P.Oxy. 22 2353
Documentary Papyri, P.Oxy. 22 2353
Not analysed yet
Σινθῶνις Ἁρποχρᾶτι τῷ υἱῶι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. κραζόμενα φάσκεις καὶ ἐγὼ φάσκω. λέγει Διδυμᾶς εἰδέναι ὅτι μέλλεις παραδοῦναι τὸν δοῦλόν μοι. ποιῆσαι αὐτὸν τὸν Ἁρπουχρᾶ δέκα ἔτη παρά σοι κομᾶν μὴ ἀποστῇ ἐπεὶ τὸ ἀργύριν ἐνήνοχέ μοι ὁ υἱὸς Ἔρως διακοσίας δραχμὰς καὶ ἐπιστόλιν εἴληφε παρὰ τοῦ Μεμφείτου ἑκατὸν δραχμῶν μέλλων εἰς τὴν ἑορτὴν δαπανῆσαι. ἀπέσταλκέ σοι ὁ ἀδελφὸς ἀπὸ Κώπτου· ἀπόστειλον Ἁρποχρᾶτι τῷ ἀδελφῷ· οὐ λελύκαμεν αὐτά. οὐκ οἴδαμεν τί ἐκεῖ γέγραπται. ἐάν τι θέλῃς ἀπόστειλον εἴτε ἄρτους εἴτε πυρὸν ἀπόστειλον. εἰ θέλεις ἀφῆσαι τὸ χοιρίδιον· μὴ θῦσαι ἕως ὅτου ἔλθηι· ἀπόστειλον ἐὰν θέλῃς θῦσαι αὐτὸ· τὸ χοιρίδιον ἀπόστειλον. ἐὰν ἔλθῃ ἡ ἀδελφὴ τῇ μητρὶ αὐτῇ μηδὲν λαβῇς παρʼ αὐτῆς καὶ εὖ πράττειν. ἔρρωσο ἔτους ιθ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ζ ἀπόδος παρὰ Σινθώνεως Ἁρποχρᾶτι τῷ υἱῶι