Ancient Greek
472.2.39 to 472.3.56
Documentary Papyri, P.Oxy. 3 472.2.39-472.3.56
Not analysed yet
ἡ θυγάτηρ κατηγγύα τῷ δημοσίῳ μελλήσουσα ἀφαιρεθήσεσθαι ὁπότε ἐκείνῳ ἐδόκει; ἀλλὰ καὶ τὸ τῆς χορηγίας τοιοῦτον ἦν· τῇ γὰρ Ἑρμιόνῃ τρεῖς παῖδες ἦσαν, Ἀφροδ…ν, Διονυσία, τ…ν τῆς Διονυσίας τὸ προ… Ἑρμιόνη …ἔκστασιν τοῦ μην…εν …ης…τερου τῶν παίδων τοῦ πρεσβυτέρου, ἐδεήθη ἡ Διονυσία τῆς μητρὸς μὴ ἐπὶ μόνοις αὐτὴν ἀπολιπεῖν τοῖς διαταγῆναι φθάσασιν ἀλλά τι καὶ παρασχεῖν ὡς ἐπὶ ἑνὶ μόνῳ σαλεύουσαν, καὶ ἡ μὲν Ἑρμιόνη δίδωσιν αὐτῇ ἓν ἥμισυ τάλαντον. ἡ δʼ ἵνα μὴ καὶ ζῶσα ἡ μήτηρ τούτων στερῆται δίδωσι ἀντὶ τόκου κατʼ ἐνιαυτὸν τὴν χορηγίαν ταύτην καὶ τοῦτο αὐτὸ γέγραπται κατὰ τὸ κοινὸν ὁμολόγημα.