Ancient Greek
P.Oxy. 3 473
Documentary Papyri, P.Oxy. 3 473
Not analysed yet
ἔτους …Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Καισαρείου ἑβδόμῃ καὶ εἰκάδι, ἔδοξε τοῖς τῆς πόλεως τῶν Ναυκρατιτῶν ἄρχουσι καὶ τῷ δήμῳ καὶ Ῥωμαίων καὶ Ἀλεξανδρέων τοῖς παρεπιδημοῦσι· ἐπεὶ …παραδοὺς ἑαυτὸν εἰς ἑκούσιον γυμνασιαρχίαν ἐν τῇ πείρᾳ πολὺ προθυμότερος ὤφθη ἀλειμμάτων ἀφθόνῳ χορηγίᾳ καὶ …αις πρὸς τὸ πληρέστατον τά τε θεωρικὰ χρήματα ἀμέμπτως ἐπιδίδωσι καὶ τὴν τῶν βαλανείων …μέρος καίτοι τῆς τῶν μειζόνων θερμῶν ἐπιμελείας εἰς αὐτὸν ἐλθούσης μεγαλοφρόνως …ων διήμαρτε ε…στε… πλείοσι παρὰ τὴν πρώτην ἀκμὴν πολλὰ παρορᾶσθαι …συντω ἄξιον τῆι ἡλικίᾳ καὶ τὴν τοῦ λοιποῦ βίου φιλοτιμίαν, τιμῆσαι αὐτὸν ἀνδριάντι …μιῳ καὶ γραφαῖς ὅλου τοῦ σώματος καὶ ἀσπιδίων τριῶν ἀναθέσει ἐν τοῖς τῆς πόλεως …