Ancient Greek
P.Oxy. 3 481
Documentary Papyri, P.Oxy. 3 481
Not analysed yet
…τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. ἀπογράφομαι πρώτως κατὰ τὰ προστεταγμένα τὸ ὑπάρχον μοι εἰς τὴν ἐνεστῶσαν ἡμέραν ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου …Δρόμου Σαράπιδος …οτου ἥμισυ μέρος οἰκίας καὶ αἰθρίου καὶ ἑτέρων χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων κατηντηκὸς εἴς με ἐξ ὀνόματος τοῦ πατρός μου Ἡρᾶτος τοῦ Ἡρᾶτος μητρὸς Τνεφερῶτος ἀπὸ τῆς αὐτῆς πόλεως τετελευτηκότος πρὸ τῆς τοῦ ἐνάτου ἔτους Δομιτιανοῦ ἀπογραφῆς ἐπʼ ἐμοὶ μόνῳ υἱῷ καὶ κληρονόμῳ. ἔτους β Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Καισαρείου ἐπαγομένων δ. Ἡρᾶς Ἡρᾶτος τοῦ Ἡρᾶτος ἐπιδέδωκα τὴν ἀπογραφήν. Ἀμοιτᾶς Τρωίλου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους β Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Καισαρείου ἐπαγομένων δ.