Ancient Greek
P.Oxy. 3 482
Documentary Papyri, P.Oxy. 3 482
Not analysed yet
…χωρὶς ὧν ἀπεγραψάμην καὶ πέπρακα καὶ νῦν ἐπὶ τοῦ παρόντος τὸ ὑπάρχον μοι ἐν κώμῃ Σενεκελεὺ τρίτον μέρος μερῶν δύο ἀπὸ μερῶν τεσσάρων ὄντων ἀπὸ μερῶν πέντε κοινωνικῆς οἰκίας καὶ τῆς προσούσης ἐκ τοῦ ἀπὸ νότου μέρους αὐλῆς καὶ ἑτέρων χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων καὶ τῶν συνκυρόντων ὄντων ἐν ἱππικῷ σταθμῷ, κατηντηκὸς εἴς με ἅμα ἄλλοις ἐξ ὀνόματος τοῦ πατρός μου Διογένους Πτολεμαίου τοῦ Πτολεμαίου μητρὸς Τεκώσιος Ἁρθοώνιος ἀπὸ τῆς αὐτῆς πόλεως τετελευτηκότος ἀκολούθως ᾗ περιὼν ἔθετο διὰ τοῦ ἐν τῇ αὐτῇ πόλει ἀγορανομείου τῷ Τῦβι μηνὶ τοῦ πρώτου ἔτους θεοῦ Νέρουα διαθήκῃ, ἐφʼ ᾗ καὶ ἀμεταθέτῳ ἐτελεύτα. καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Νέρουαν Τραιανὸν Σεβαστὸν Γερμανικὸν Δακικὸν μὴ ἐψεῦσθαι. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Τῦβι ιη. …Ψώβθεως κάτω