Ancient Greek
P.Oxy. 3 484
Documentary Papyri, P.Oxy. 3 484
Not analysed yet
…ρ… Ἀπολιναρίῳ στρατηγῷ παρὰ Παυσίριος Πετσίριος ἀπὸ κώμης Σέφθα καταγινομένου ἐν Νεμέροις. ἐπεὶ Δίδυμος Ἀμόιτος διέσταλκέν μοι ὡς ἐνεδρεύσαντι Δίδυμον υἱὸν αὐτοῦ περὶ πυροῦ ἀξιῶ μεταδοθῆναι αὐτῷ τῷ υἱῷ Διδύμῳ τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον ὅπως ἔχων ἔγγραπτον παραγγελίαν παραγένηται ὅπου ἐὰν ὁ κράτιστος ἡγεμὼν Αὐίδιος Ἡλιόδωρος ἐπʼ ἀγαθῷ τὸν νομὸν διαλογίζηται ἢ δικαιοδοτῇ καὶ προσκαρτερήσῃ μέχρι κρίσεως ἵνα φανῇ τὸ γεγονός. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ γ. Παυσῖρις Πετσίριος ἐπιδέδωκα.