Ancient Greek
P.Oxy. 3 483
Documentary Papyri, P.Oxy. 3 483
Not analysed yet
……μητρὸς Το… …διὰ τοῦ ἑαυτοῦ ……ἱερέως Διὸς καὶ Ἥρας καὶ Ἀθηνᾶς Θοήριδοςτὰς ὑπαρχούσας μοι περὶ κώμην ……τῆς ἀπηλιώτου τοπαρχίας ἐκ τοῦ Ζηνοδώρου …υ…σει κλήρου κατοικικοῦ …τριάκοντα ποιήσασθαι ἕως πέμπτης ἐπαγομένων μηνὸς Καισαρείου τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ ἑξῆς μηνὸς Φαρμοῦθι ὃν καὶ διορθώσω ἐπὶ συνκλεισμῷ ἑκάστης δωδεκαμήνου, ἐπιδίδωμι τὸ ὑπόμνημα ὅπως σὺ ἐπιστείλῃς τοῖς τῆς μητροπόλεως ἀγορανόμοις οὖσι καὶ μνήμοσι τελειῶσαι τὸν χρηματισμὸν ὡς καθήκει, καὶ ὀμνύω θεοὺς Σεβαστοὺς καὶ τὴν Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ τύχην καὶ τοὺς πατρῴους θεοὺς εἶναι τὰς προκειμένας ἀρούρας ἰδίας μου καὶ καθαρὰς ἀπὸ πάσης κατοχῆς δημοσίας τε καὶ ἰδιωτικῆς εἰς τὴν ἐνεστῶσαν ἡμέραν. ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Φαμενὼθ Σεβαστῇ. Ἀχιλλᾶς Διδύμου ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν ὅρκον. Σαραπίων ὁ σὺν Θέωνι βιβλιοφύλαξ ἀγορανόμοις μητροπόλεως χαίρειν. ἔχει Ἀχιλλᾶς ἐν ἀπογραφῇ τὰς ἀρούρας ἕξ, διὸ ἐπιτελεῖτε ὡς καθήκει. ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Φαμενὼθ κθ.