Ancient Greek
492.1 to 492.15
Documentary Papyri, P.Oxy. 3 492.1-15
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ κη, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ. τάδε διέθετο νοοῦσα καὶ φρονοῦσα Θατρῆς Ἀμμωνίου τοῦ Σαραπίωνος μητρὸς Τσενθοτσύμιος τῶν ἀπὸ τοῦ Τρύφωνος Ἰσίου τῆς κάτω τοπαρχίας καταγεινομένη ἐν Ὀξυρύγχων πόλει μετὰ κυρίου τοῦ τῆς ἀνεψιᾶς αὐτῆς Ἡρακλοῦτος Σαραπίωνος τοῦ Σαραπίωνος μητρὸς Ταυσείριος τῆς καὶ Σαραποῦτος υἱοῦ Ὡρίωνος τοῦ καὶ Θέωνος Σαραπίωνος τοῦ …ν…εως τῶν ἀπὸ Ἰβίωνος Ἀμμωνίου τῆς αὐτῆς κάτω τοπαρχίας ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν πᾶν ὃ ἐὰν βούλωμαι περὶ αὐτῶν ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ πρὸς ἀκύρωσιν ἄγειν τήνδε τὴν διαθήκην ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω μηδὲν ἐπιτελέσασα καταλείπω κληρονόμους Πτολλίωνα Θέωνος τοῦ Πτολλίωνος μητρὸς Ἰσαρεῦτος τῆς Θέωνος καὶ τὸν τούτου ὁμομήτριον ἀδελφὸν Θέωνα Θέωνος τοῦ Θέωνος τοῦ καὶ Ἀπολλωνίου τοῦ Θέωνος ἀμφοτέρους ἀπʼ Ὀξυρύγχων πόλεως κατὰ φιλοστοργίαν κοινῶς ἐξ ἴσου ἑκάτερον αὐτῶν ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα, τῆς ὑπαρχούσης μοι ἐν τῇ αὐτῇ Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Ἱππέων Παρεμβολῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων καὶ ὧν ἐὰν ἀπολίπω δούλων σωμάτων καὶ ἄλλων καθʼ ὁνδηποτοῦν τρόπον παντοίων πάντων, οὐκ ἐξόντος τοῖς αὐτοῖς κληρονόμοις μου τῷ καθόλου παραδέχεσθαι εἰς τὴν δηλουμένην μου οἰκίαν τὸν τοῦ ἑτέρου αὐτῶν Θέωνος πατέρα Θέωνα Θέωνος τοῦ καὶ Ἀπολλωνίου τοῦ Θέωνος μητρὸς Ἑλένης ἐφʼ ὅλον τὸν τῆς ζωῆς αὐτοῦ χρόνον παρευρέσει οὐδεμιᾷ ἀλλʼ οὐδὲ οὐδενὶ παραβαίνειν τι τῶν ὑπʼ ἐμοῦ διατεταγμένων ἢ χωρὶς τοῦ ταῦτα μένειν κύρια …ἐκτείσει ὁ ἐπιχειρῶν πρὸς ἀθέτησίν τι τούτων ἄγειν ἐπιτίμου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἦσσον, ἄλλῳ δὲ οὐδενὶ οὐδὲν τῶν ἐμῶν καταλείπω. ἡ διαθήκη κυρία. Θατρῆς Ἀμμωνίου τοῦ Σαραπίωνος πεποίημαι τὴν διαθήκην καὶ καταλείπω μετὰ τὴν τελευτήν μου κληρονόμους Πτολλίωνα Θέωνος τοῦ Πτολλίωνος μητρὸς Εἰσαρεῦτος καὶ τὸν τούτου ὁμομήτριον ἀδελφὸν Θέωνα Θέωνος τοῦ Θέωνος τοῦ καὶ Ἀπολλωνίου κοινῶς ἐξ ἴσου ἧς ἔχω ἐπὶ Ἱππέων Παρεμβολῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ ὧν ἐὰν ἀπολίπω δούλων σωμάτων καὶ ἄλλων καθʼ ὁνδηποτοῦν τρόπον πάντων, οὐκ ἐξόντος αὐτοῖς τῷ καθόλου παραδέχεσθαι εἰς τὴν οἰκίαν μου τὸν τοῦ ἑτέρου αὐτῶν Θέωνος πατέρα Θέωνα Θέωνος τοῦ καὶ Ἀπολλωνίου ἐφʼ ὅλον αὐτοῦ τὸν τῆς ζωῆς χρόνον, ἐπὶ δὲ πάντων ὡς πρόκειται. εἰμὶ ἐτῶν ογ