Ancient Greek
492.16 to 492.25
Documentary Papyri, P.Oxy. 3 492.16-25
Not analysed yet
οὐλὴ καρπῷ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἴσιδος. Ὡρίων ὁ καὶ Θέων Σαραπίωνος Ἀπίωνος ὁ τῆς ἀνεψιᾶς αὐτῆς υἱὸς ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα καὶ εἰμὶ ἐτῶν μ οὐλὴ παρὰ κανθὸν ἀριστεροῦ ὀφθαλμοῦ. Ἀπίων Ζωίλου τοῦ Ἀπίωνος μητρὸς Νειλαροῦτος ἀπʼ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν μδ οὐλὴ ὑπὸ γένειον καὶ ἔστιν μου ἡ σφραγὶς Σαράπιδος. Φάλαγξ Διογένους τοῦ καὶ Φάλαγγος Ἁρπάλου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν τεσσαράκοντα οὐλὴ ἀντικνημίῳ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἁρποχράτου. Ἡρᾶς ἐπικαλούμενος Γάιος Κινᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν με ἀντικνημίωι δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς φιλοσόφου. Ἀπολλώνιος Ἀσκληπιάδου τοῦ Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν ἑβδομήκοντα οὐλὴ παρὰ κανθὸν τὸν ἐκτὸς δεξιοῦ ὀφθαλμοῦ καὶ ἔστιν μου ἡ σφραγὶς Ἑρμοῦ. Θέων Ἀγαθείνου τοῦ Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν ξα οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ ἔστιν μου ἡ σφραγὶς Σαράπιδος. Σαραπίων Φερέμφιος θέσει Πο… …ς ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν λϛ ἄσημος καὶ ἔστιν μου ἡ σφραγὶς Ἀθηνᾶς. …μνημονείου.