Ancient Greek
P.Oxy. 3 508
Documentary Papyri, P.Oxy. 3 508
Not analysed yet
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Καισαρείου λ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Στέφανος ὁ καὶ Ἀμόις Σωσιβίου τοῦ Ἀπολλοφάνους μητρὸς Πτολλαροῦτος Χαιρήμονος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Ἡρακλᾶτι Ἡρακλᾶτος τοῦ Ἁρθώνιος μητρὸς Δημητροῦτος ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀγυιᾷ γεγονέναι ἐπʼ ὀνόματος τοῦ ὁμολογοῦντος Στεφάνου κατὰ πίστιν δάνεια δύο ὧν ἐκ τοῦ ἰδίου ὁ Ἡρακλᾶς ἐδάνεισεν διὰ τοῦ ἐν τῇ αὐτῇ πόλει μνημονείου, κατὰ μὲν τὸ πρῶτον τῷ Μεχεὶρ μηνὶ τοῦ β ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου Ῥούφῳ Διοκλέος τοῦ Διοκλέος μητρὸς Διδύμης Ῥουφίωνος ἀργυρίου δραχμῶν τετρακοσίων πεντήκοντα ἐντόκων ἐφʼ ὑποθήκῃ τῶν διὰ τοῦ αὐτοῦ δανείου δηλωθέντων τοῦ Ῥούφου ἐνγαίων, κατὰ δὲ τὸ ἕτερον τῷ Τῦβι μηνὶ τοῦ ἐχομένου τρίτου ἔτους τῷ τοῦ Ῥούφου ὁμογνησίῳ ἀδελφῷ Διοκλεῖ ἄλλων ἀργυρίου δραχμῶν τετρακοσίων δέκα ἓξ κεφαλαίου ἐφʼ ὑποθήκῃ τῶν διὰ τοῦ αὐτοῦ δηλωθέντων ἐνγαίων, ἅπερ δάνειά ἐστι παρὰ τῷ Ἡρακλᾷ, ᾧ καὶ ἐξεῖναι …