Ancient Greek
P.Oxy. 3 509
Documentary Papyri, P.Oxy. 3 509
Not analysed yet
τίς τινι χαίρειν. τῇ ἐνεστώσῃ ἡμέρᾳ συνέστησά σε κατὰ δημόσιον χρηματισμὸν διὰ τοῦ ἐνθάδε ἀρχείου ἀπαιτήσοντα Γάιον Μέμμειον Κορνοῦθον τὸν καὶ Πολυδεύκην ὄντα ἐν Ἀλεξανδρείᾳ τὸ κατʼ ἐμὲ ἥμισυ μέρος τῶν ὀφειλομένων ὑπʼ αὐτοῦ τῷ κληρονομηθεντι ὑπὸ τοῦ αὐτοῦ πατρός μου ἀδελφιδῷ αὐτοῦ Ἡρακλείδῃ τῷ καὶ Ἀμοιτᾷ, τυγχάνω δὲ πεπληροφορημένος τοῖς ὀφειλομένοις μοι. ὁμολογῶ τὸ συστατικὸν πεποιῆσθαί σοι πρὸς τὸ μόνον τὴν ἀποχὴν ἐκδοθῆναι ὑπὸ σοῦ τοῖς δημοσίοις μηδὲν λαμβάνοντος καὶ ἀπολῦσαι τὴν ὑποθήκην, διὰ τὸ ἐμὲ ὡς πρόκειται ἤδη ἀπεσχηκέναι καθʼ ἃ ἐξεδόμην ἰδιόγραφα γράμματα, καὶ μηδὲν ἐνκαλεῖν περὶ μηδενὸς ἁπλῶς.