Ancient Greek
P.Oxy. 3 511
Documentary Papyri, P.Oxy. 3 511
Not analysed yet
Ἁρμιῦσις ὁ καὶ Ἡρακλᾶς Διδύμῳ Σαραπίωνος δημοσίῳ ἀφροδισιαστῇ χαίρειν. ἔχω παρὰ σοῦ λοιπὸν τέλος ὑποθήκης τῆς ἐπὶ τοῦ γ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἀργυρίου δραχμὰς δέκα ἕξ, γίνονται δραχμαὶ ιϛ, ἃς καὶ ἀποδώσω σοι ἐπὶ τῶν τόπων γενόμενος ἀνυπερθέτως. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Θὼθ ϛ.