Ancient Greek
P.Oxy. 3 512
Documentary Papyri, P.Oxy. 3 512
Not analysed yet
Δωρίων ἐξηγητεύσας καὶ ὡς χρηματίζω Ἀπίωνι τῷ καὶ Διονυσίῳ γυμνασιαρχήσαντι καὶ ὡς χρηματίζεις χαίρειν. ἠγόρασα παρὰ σοῦ ἃ ἔχεις ἐν μισθώσει χλωρὰ ἐντὸς περιχώματος Σαμψουχίνου λεγομένου δραχμῶν Αψκ, ἐξ ὧν μετεβαλόμην σοι δραχμὰς χ τὰς δὲ λοιπὰς δραχμὰς Αρκ μεταβαλοῦμαι πραγματευταῖς κληρονόμων Αὐρηλίου Ἀντιόχου ἀκολούθως τῇ εἰς σὲ μισθώσει, καὶ τὴν τούτων ἀποχὴν ἀναδώσω σοι. ἔτους ιγ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαμενὼθ ιβ.