Ancient Greek
513.51 to 513.65
Documentary Papyri, P.Oxy. 3 513.51-65
Not analysed yet
Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Ἐπεὶφ δ Διογένης ὁ καὶ Διονύσιος Σαραπίωνος Φυλαξιθαλάσσειος ὁ καὶ Ἀλθαιεὺς ἀπέσχον παρὰ τοῦ Σερήνου τὰς προκειμένας ἐπὶ τὸ αὐτὸ δραχμὰς ἑπτακοσίας πέντε τριώβολον χαλκοῦς τρεῖς πλήρης καὶ οὐδὲν αὐτῷ ἐνκαλῶ οὔτε περὶ τούτου οὔτε περὶ ἄλλου οὐδενὸς ἁπλῶς ὡς πρόκειται, καὶ ἐὰν τις ζήτησις περὶ τούτου γένηται πρὸς αὐτὸν ἢ τοὺς αὐτοῦ ἐγὼ αὐτὸς τοῦτο ἀναδέξομαι. Σερῆνος Φιλίσκου τοῦ Σαραπίωνος μητρὸς Ἑλένης εὐδοκῶ τοῖς προκειμένοις καὶ ἔσχον τὰ συμβολα ἐφʼ ὑπογραφῆς σοῦ ὡς πρόκειται. Σαραπίων Ἑρμίου τοῦ Ἑρμίου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς εὐδοκῶ πᾶσι τοῖς προκειμένοις. Ἐπεὶφ δ …ι κολλ… κεχρημάτισται …