Ancient Greek
513.1 to 513.50
Documentary Papyri, P.Oxy. 3 513.1-50
Not analysed yet
Διογένης ὁ καὶ Διονύσιος Σαραπίωνος τοῦ Ἑρμίου Φυλαξιθαλάσσειος ὁ καὶ Ἀλθαιεὺς Σερήνῳ Φιλίσκου τοῦ Σαραπίωνος μητρὸς Ἑλένης ἀπʼ Ὀξυρύγχων πόλεως χαίρειν. ἐπεὶ ἐκυρώθην ὑπὸ Νεμεσιανοῦ τοῦ στρατηγήσαντος τοῦ νομοῦ τῷ δευτέρῳ καὶ εἰκοστῷ ἔτει Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὶ Ἁδριανῷ ἀπὸ ἀπράτων τῆς διοικήσεως οἰκίαν καὶ αἴθριον καὶ αὐλὴν σὺν χρηστηρίοις ὄντα ἐπʼ ἀμφόδου Λυκίων Παρεμβολῆς πρότερον Σαραπίωνος γενομένου …ιγε…γου τεταρτ… τῶν τῆς συντιμήσεως δραχμῶν ἑξακοσίων καὶ τῶν ἑπομένων, καὶ ταύτας παρεγράφην ὑπὸ τοῦ τοῦ νομοῦ βασιλικοῦ γραμματέως Περικλέους σὺν προσδιαγραφομένοις ἐν δραχμαῖς ἑξακοσίαις τριάκοντα ἑπτὰ τριωβόλῳ ὁμοίως καὶ ὑπὲρ τόκου δευτέρου καὶ εἰκοστοῦ ἔτους δραχμὰς τριάκοντα ἐννέα τριώβολον ἡμιωβέλιον χαλκοῦς τρεῖς καὶ τρίτου καὶ εἰκοστοῦ ἔτους δραχμὰς εἴκοσι ὀκτὼ ὀβολοὺς δύο ἡμιωβέλιον ,γίνονται τόκου δραχμαὶ ἑξήκοντα ὀκτὼ χαλκοῖ τρεῖς ,διέγραψα δὲ εἰς τὸ δημόσιον τὰς τῆς τιμῆς τῆς οἰκίας σύνπαντι δραχμὰς ἑξακοσίας τριάκοντα ἑπτὰ τριώβολον ὁμοίως καὶ τὸν τόκον τὸν ὀνόματί μου παραγραφέντα ὄντα ἐν δραχμαῖς ἑξήκοντα ὀκτὼ χαλκοῖς τρισί ,ὧν καὶ τὰ σύμβολα ἐπὶ ὑπογραφῆς μου τοῦ Διογένους τοῦ καὶ Διονυσίου ἀνέδωκα σοὶ τῷ Σερήνῳ ἕνεκα τοῦ ὑπερβεβλῆσθαι τὴν προκειμένην οἰκίαν ὑπὸ σοῦ τοῦ Σερήνου καὶ ἀναβεβιβάσθαι εἰς δραχμὰς χιλίας ὀκτακοσίας καὶ παραδεδόσθαι σοι ταύτην ἐξ ἐπιστολῆς τοῦ κρατίστου διοικητοῦ Οὐεσσιδίου Ῥουφείνου ὑπὸ Ἱέρακος τοῦ στρατηγήσαντος τῷ ἐνεστῶτι τετάρτῳ καὶ εἰκοστῷ ἔτει Μεχεὶρ τριακάδι τῶν δραχμῶν χιλίων ὀκτακοσίων καὶ τῶν ἑπομένων καὶ τὸν βασιλικὸν παραγεγραφέναι σε ἀκολούθως ᾧ μετέδωκεν προσγράφῳ μετὰ τὰς διαγραφείσας ὑπʼ ἐμοῦ δραχμὰς ἑξακοσίας τὰς λοιπὰς δραχμὰς χιλίας διακοσίας καὶ τὰ τούτων προσδιαγραφόμενα, ὁμολογῶ κατὰ προσφώνησιν Ἐπιμάχου ἀσχολουμένου ὠνὴν τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου τραπέζης ἀπεσχηκέναι με παρὰ σοῦ ἃς διέγραψα ὡς πρόκειται ὑπὲρ μὲν τιμῆς καὶ προσδιαγραφομένων δραχμὰς ἑξακοσίας τριάκοντα ἑπτὰ τριώβολον ὑπὲρ δὲ τόκου δραχμὰς ἑξήκοντα ὀκτὼ χαλκοῦς τρεῖς ,τὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς ἑπτακοσίας πέντε τριώβολον χαλκοῦς τρεῖς ,καὶ μηδέν σοι ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν μήδε περὶ τούτων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης, καὶ ἐὰν τις ζήτησις περὶ τούτου πρὸς σὲ γένηται ἢ τοὺς παρὰ σοῦ μεταλημψομένους ἐγὼ αὐτὸς τοῦτο ἀναδέξομαι. παρὼν δὲ ὁ πατὴρ μου Σαραπίων Ἑρμίου τοῦ Ἑρμίου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς εὐδοκεῖ τοῖς προκειμένοις. κυρία ἡ ἀποχή. ἔτους κδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς