Ancient Greek
P.Oxy. 3 527
Documentary Papyri, P.Oxy. 3 527
Not analysed yet
Ἁτρῆς Ἡρᾶτι τῷ ἀδελφῷ χαίρειν. καθὼς ἐνετείλω μοι περὶ Σερήνου τοῦ γναφέως τοῦ συνεργαζομένου μετὰ Φιλέου, εἰ μὲν χρείαν αὐτοῦ ἔχεις πέμψον ὑπηρέτην ἐπʼ αὐτὸν σήμερον, ἥτις ἐστὶν ιθ. ἀλλʼ ὅρα μὴ ἀμελήσῃς, ἐπεὶ γὰρ ἐγὼ αὐτὸν κατέχω. ἐρρῶσθαι εὔχομαι εὖ πράττοντα. ἀπόδος Ἡρᾶτι.