Ancient Greek
P.Oxy. 3 528
Documentary Papyri, P.Oxy. 3 528
Not analysed yet
Σερῆνος Εἰσιδώρᾳ τῇ ἀδελφῇ καὶ κυρίᾳ πλεῖστα χαίρειν. πρὸ μὲν παντὸς εὔχομαί σε ὑγιαίνειν καὶ καθʼ ἑκάστης ἡμέρας καὶ ὀψίας τὸ προσκύνημά σου ποιῶ παρὰ τῇ σε φιλούσῃ Θοήρι. γινώσκειν σε θέλω ἀφʼ ὡς ἐξῆλθες ἀπʼ ἐμοῦ πένθος ἡγούμην νυκτὸς κλαίων ἡμὲρας δὲ πενθῶν. ιβ Φαῶφι ἀφʼ ὅτε ἐλουσάμην μετʼ ἐσοῦ οὐκ ἐλουσάμην οὐκ ἤλειμμαι μέχρι ιβ Ἁθύρ, καὶ ἔπεμψάς μοι ἐπιστολὰς δυναμένας λίθον σαλεῦσαι, οὕτως οἱ λόγοι σου κεκίνηκάν με. αὐτῇ τῇ ὥρᾳ ἀντέγραψά σοι καὶ ἔδωκα τῇ ιβ μετὰ τῶν σῶν ἐπιστολῶν ἐσφραγισμένα. χωρὶς δὲ τῶν σῶν λόγων καὶ γραμμάτων ὁ Κόλοβος δὲ πόρνην με πεποίηκεν, ἔλεγε δὲ ὅτι ἔπεμψέ μοι φάσιν ἡ γυνή σου ὅτι αὐτὸς πέπρακεν τὸ ἁλυσίδιον καὶ αὐτὸς κατέστακέ με εἰς τὸ πλοῖον· τούτους τοὺς λόγους λέγεις ἵνα μηκέτι πιστευθῶ μου τὴν ἐνβολήν. ἰδοῦ ποσάκις ἔπεμψα ἐπὶ σέ. ἔρχῃ εἴτε οὐκ ἔρχῃ δήλωσόν μοι. ἀπόδος Εἰσιδόρᾳ παρὰ Σερήνου.